Book 55
7.1
ἐπὶ μὲν οὖν τούτοις ἐγαυροῦτο, τοῦ δὲ δὴ Μαικήνου τελευτήσαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἀπʼ αὐτοῦ ἀπώνητο, ὅθεν καίπερ ἱππεῖ αὐτῷ ὄντι καὶ τὸ ἄστυ ἐπὶ πολὺν χρόνον ἐπέτρεψε, μάλιστα δὲ ὁσάκις ἀκρατοτέρῳ τῷ θυμῷ ἐχρῆτο· τῆς τε γὰρ ὀργῆς αὐτὸν ἀεὶ a)ei\ omitted by M, but added in margin by early corrector. παρέλυε
7.2
καὶ ἐς τὸ ἠπιώτερον μεθίστη. τεκμήριον δέ, δικάζοντί ποτε αὐτῷ προσστάς, καὶ ἰδὼν ὅτι πολλοὺς θανατώσειν μέλλοι, ἐπεχείρησε μὲν διώσασθαι τοὺς περιεστηκότας καὶ ἐγγύς οἱ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐς γραμματεῖον “ἀνάστηθι ἤδη ποτέ, δήμιε,” καὶ αὐτὸ ὡς καὶ ἕτερόν τι ἔχον ἐς τὸν κόλπον αὐτοῦ ἔρριψεν, ὥστʼ ἐκεῖνον μήτʼ ἀποκτεῖναί τινα καὶ
7.3
εὐθὺς ἐξαναστῆναι. οὐ γὰρ ὅπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσῆκον ἐθυμοῦτο, ταῦτα
7.4
τῇ τῶν φίλων παρρησίᾳ διωρθοῦτο. μέγιστον δʼ οὖν καὶ ἐκεῖνο τῆς τοῦ Μαικήνου ἀρετῆς δεῖγμα ἦν, ὅτι τῷ τε Αὐγούστῳ, καίτοι πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος, ᾠκείωτο καὶ τοῖς ἄλλοις πᾶσιν ἠρέσκετο, πλεῖστόν τε παρʼ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, οὐκ ἐξεφρόνησεν ἀλλὰ ἐν e)n supplied by Reim. (and so Zon. cod. B). τῷ τῶν ἱππέων τέλει κατεβίω.
7.5
τούτων τε οὖν ἕνεκα ἰσχυρῶς αὐτὸν ὁ Αὔγουστος ἐπόθησε, καὶ ὅτι καὶ κληρονόμον αὐτόν, καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπε, καὶ ἐπʼ αὐτῷ πλὴν ἐλαχίστων ἐποιήσατο ἄν τέ τινι τῶν φίλων αὐτοῦ δοῦναί τι ἐθελήσῃ ἄν τε καὶ μή. τοιοῦτος μὲν ὁ Μαικήνας ἐγένετο, καὶ