Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 54

 
ἀμέλει καὶ θυσίας ἐπʼ αὐτοῖς καὶ νεὼν Ἄρεως Τιμωροῦ ἐν τῷ Καπιτωλίῳ, κατὰ τὸ τοῦ Διὸς τοῦ Φερετρίου ζήλωμα, πρὸς τὴν τῶν σημείων ἀνάθεσιν καὶ ψηφισθῆναι ἐκέλευσε καὶ ἐποίησε, καὶ προσέτι καὶ ἐπὶ κέλητος ἐς τὴν πόλιν ἐσήλασε καὶ ἁψῖδι τροπαιοφόρῳ ἐτιμήθη.
 
ταῦτα μὲν ἐπʼ ἐκείνοις ὕστερον ἐπράχθη· τότε δὲ αὐτός τε προστάτης τῶν περὶ τὴν Ῥώμην ὁδῶν αἱρεθεὶς καὶ τὸ χρυσοῦν μίλιον κεκλημένον ἔστησε, καὶ ὁδοποιοὺς αὐταῖς ἐκ τῶν ἐστρατηγηκότων, ῥαβδούχοις δύο χρωμένους, προσέταξε.
 
καὶ ἡ Ἰουλία τὸν Γάιον ὀνομασθέντα ἔτεκε, βουθυσία τέ τις τοῖς γενεθλίοις αὐτοῦ ἀίδιος ἐδόθη· καὶ τοῦτο μὲν ἐκ ψηφίσματος, ὥσπερ που καὶ τἆλλα, ἐγένετο· ἰδίᾳ δὲ δὴ οἱ ἀγορανόμοι ἱπποδρομίαν τε ἐν τοῖς τοῦ Αὐγούστου γενεθλίοις καὶ θηρίων σφαγὰς ἐποίησαν.
 
ἐν μὲν οὖν τῇ πόλει ταῦτʼ ἐπράττετο, ὁ δὲ Αὔγουστος τὸ μὲν ὑπήκοον κατὰ τὰ τῶν Ῥωμαίων ἔθη διῴκει, τὸ δὲ ἔνσπονδον τῷ πατρίῳ σφίσι τρόπῳ εἴα ei)/a Leuncl., a)ei\ M. ἄρχεσθαι· οὐδʼ ἠξίωσεν οὔτε ἐκείνῳ e)kei/nw| Bk., e)kei/nwn M. τι προσθέσθαι οὔτε ἕτερόν τι προσκτήσασθαι, ἀλλʼ ἀκριβῶς ἀρκεῖσθαι τοῖς ὑπάρχουσιν ἐδικαίου,
 
καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλεν. ὥστε πολέμου μὲν οὐδὲν τότε γʼ ἐφήψατο, δυναστείας δὲ δὴ Ἰαμβλίχῳ τε τῷ Ἰαμβλίχου τὴν τῶν Ἀραβίων τὴν πατρῴαν καὶ Ταρκονδιμότῳ τῷ Ταρκονδιμότου τὴν τῆς Κιλικίας, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, πλὴν παραθαλασσιδίων τινῶν ἔδωκεν· ἐκεῖνα γὰρ τῷ Ἀρχελάῳ μετὰ τῆς σμικροτέρας Ἀρμενίας ἐχαρίσατο, ὅτι ὁ Μῆδος ὁ πρὶν αὐτῆς
 
βασιλεύων ἐτεθνήκει. τῷ τε Ἡρώδῃ Ζηνοδώρου τινὸς τετραρχίαν, καὶ Μιθριδάτῃ τινὶ τὴν Κομμαγηνήν, ἐπειδὴ τὸν πατέρα αὐτοῦ ὁ βασιλεὺς αὐτῆς ἀπεκτόνει, καίτοι παιδίσκῳ ἔτʼ ὄντι ἐπέτρεψε.
 
τῶν τε Ἀρμενίων τῶν ἑτέρων τοῦ τε Ἀρτάξου *)arta/cou St., a)rta/zou M (and similarly just belos'. κατηγορησάντων καὶ τὸν Τιγράνην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ Ῥώμῃ ὄντα μεταπεμψαμένων, ἔστειλε e)/steile Bk., mete/steile M. τὸν Τιβέριον, ὅπως τὸν μὲν ἐκβάλῃ τῆς βασιλείας, τὸν δὲ ἐς αὐτὴν ἀποκαταστήσῃ.
 
καὶ ἐπράχθη μὲν οὐδὲν τῆς παρασκευῆς αὐτοῦ ἄξιον· οἱ γὰρ Ἀρμένιοι τὸν Ἀρτάξην προαπέκτειναν· ὁ δʼ οὖν Τιβέριος, ἄλλως τε καὶ ἐπειδὴ θυσίαι ἐπὶ τούτῳ ἐψηφίσθησαν, ἐσεμνύνετο
 
ὡς καὶ κατʼ ἀρετήν τι ποιήσας. καὶ ἤδη γε καὶ περὶ τῆς μοναρχίας ἐνενόει, ἐπειδὴ πρὸς τοὺς Φιλίππους αὐτοῦ au)tou= Dind., au)tw=i M. προσελαύνοντος θόρυβός τέ τις ἐκ τοῦ τῆς μάχης χωρίου ὡς καὶ ἐκ στρατοπέδου ἠκούσθη, καὶ πῦρ ἐκ τῶν βωμῶν τῶν ὑπὸ τοῦ Ἀντωνίου ἐν τῷ ταφρεύματι ἱδρυθέντων αὐτόματον
 
ἀνέλαμψε. Τιβέριος μὲν δὴ ἐκ τούτων ἐγαυροῦτο, ὁ δὲ Αὔγουστος ἔς τε τὴν Σάμον ἐπανῆλθε κἀνταῦθα αὖθις ἐχείμασε, καὶ ἐκείνοις τε ἐλευθερίαν μισθὸν τῆς διατριβῆς ἀντέδωκε,
 
καὶ ἄλλα οὐκ ὀλίγα προσδιῴκησε. πάμπολλαι γὰρ δὴ πρεσβεῖαι πρὸς αὐτὸν ἀφίκοντο, καὶ οἱ Ἰνδοὶ προκηρυκευσάμενοι πρότερον φιλίαν τότε ἐσπείσαντο, δῶρα πέμψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε τοῖς Ῥωμαίοις, νομίζω δʼ ὅτι καὶ τοῖς Ἕλλησιν, ὀφθείσας. καί τι καὶ μειράκιόν οἱ ἄνευ ὤμων, οἵους τοὺς Ἑρμᾶς ὁρῶμεν, ἔδωκαν.
 
καὶ μέντοι τοιοῦτον ὂν ἐκεῖνο ἐς πάντα τοῖς ποσὶν ἅτε καὶ χερσὶν ἐχρῆτο, τόξον τε αὐτοῖς ἐπέτεινε καὶ βέλη ἠφίει καὶ ἐσάλπιζεν, οὐκ οἶδʼ ὅπως·
 
γράφω γὰρ τὰ λεγόμενα. εἷς δʼ οὖν τῶν Ἰνδῶν Ζάρμαρος, εἴτε δὴ τοῦ τῶν σοφιστῶν γένους ὤν, καὶ κατὰ τοῦτο ὑπὸ φιλοτιμίας, εἴτε καὶ ὑπὸ τοῦ γήρως κατὰ τὸν πάτριον νόμον, εἴτε καὶ ἐς ἐπίδειξιν τοῦ τε Αὐγούστου καὶ τῶν Ἀθηναίων (καὶ γὰρ ἐκεῖσε ἦλθενʼ ἀποθανεῖν ἐθελήσας ἐμυήθη τε τὰ τοῖν θεοῖν, τῶν μυστηρίων καίπερ οὐκ ἐν τῷ καθήκοντι καιρῷ, ὥς φασι, διὰ τὸν Αὔγουστον καὶ αὐτὸν au)to\n supplied by Rk. μεμυημένον γενομένων, genome/nwn Rk., geno/menon M. καὶ πυρὶ ἑαυτὸν ζῶντα ἐξέδωκεν.
 
ὑπάτευε μὲν δὴ ἐν τῷ ἔτει ἐκείνῳ e)kei/nw| Reim., e)n w(=i M. Γάιος Σέντιος· ἐπεὶ δὲ καὶ τὸν συνάρξοντα αὐτῷ προσαποδειχθῆναι ἔδει (ὁ γὰρ Αὔγουστος οὐδὲ τότε τηρηθεῖσάν οἱ τὴν ἀρχὴν ἐδέξατὀ, στάσις τε αὖθις ἐν τῇ Ῥώμῃ συνηνέχθη καὶ σφαγαὶ συνέβησαν, ὥστε τοὺς βουλευτὰς φρουρὰν τῷ Σεντίῳ *senti/w| R. Steph., genti/wi M
 
ψηφίσασθαι. ἐπειδή τε te supplied by Bs. μὴ mh\ Dind., mh/te M. ἠθέλησεν αὐτῇ χρήσασθαι, πρέσβεις πρὸς τὸν Αὔγουστον, μετὰ δύο ῥαβδούχων ἕκαστον, ἔπεμψαν. μαθὼν οὖν ταῦτʼ ἐκεῖνος, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας τοῦ κακοῦ γενήσοιτο, οὐκέτʼ αὐτοῖς ὁμοίως ὥσπερ καὶ πρὶν προσηνέχθη, ἀλλʼ ἔκ τε τῶν πρεσβευτῶν αὐτῶν Κύιντον Λουκρήτιον, καίπερ ἐν τοῖς ἐπικηρυχθεῖσιν ἀναγραφέντα, ὕπατον ἀπέδειξε, καὶ αὐτὸς
 
ἐς τὴν Ῥώμην ἠπείχθη. καὶ αὐτῷ ἐπί τε τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς ἐν τῇ ἀποδημίᾳ πραχθεῖσι πολλὰ καὶ παντοῖα ἐψηφίσθη· ὧν οὐδὲν προσήκατο, πλὴν Τύχῃ τε Ἐπαναγώγῳ (οὕτω γάρ πως αὐτὴν ἐκάλεσανʼ βωμὸν ἱδρυθῆναι καὶ τὴν ἡμέραν ἣν ἀφίξοιτο ἔν τε ταῖς ἱερομηνίαις ἀριθμεῖσθαι
 
καὶ Αὐγουστάλια ὀνομάζεσθαι. ἐπεὶ δὲ καὶ ὣς αἵ τε ἀρχαὶ καὶ οἱ ἄλλοι προαπαντῆσαί οἱ προπαρεσκευάσαντο, νύκτωρ ἐς τὴν πόλιν ἐσεκομίσθη, καὶ τῇ ὑστεραίᾳ τῷ τε Τιβερίῳ τὰς τῶν ἐστρατηγηκότων τιμὰς ἔδωκε, καὶ τῷ Δρούσῳ πέντε ἔτεσι θᾶσσον παρὰ τὰ νομιζόμενα τὰς
 
ἀρχὰς αἰτῆσαι ἐπέτρεψεν. ἐπειδή τε μηδὲν ὡμολόγει ὅσα τε ἀπόντος αὐτοῦ στασιάζοντες καὶ ὅσα παρόντος φοβούμενοι ἔπρασσον, ἐπιμελητής τε τῶν τρόπων ἐς πέντε ἔτη e)/th supplied by Xyl. (cf. Zon: ei)s pentaeti/an'. παρακληθεὶς δὴ ἐχειροτονήθη, καὶ τὴν ἐξουσίαν τὴν μὲν τῶν τιμητῶν ἐς τὸν αὐτὸν χρόνον τὴν δὲ τῶν ὑπάτων διὰ βίου ἔλαβεν, ὥστε καὶ ταῖς δώδεκα ῥάβδοις ἀεὶ καὶ πανταχοῦ χρῆσθαι, καὶ ἐν μέσῳ τῶν ἀεὶ a)ei\ Bk., ai)ei\ M. ὑπατευόντων ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθίζεσθαι.
 
ψηφισάμενοι δὲ ταῦτα διορθοῦν τε πάντα αὐτὸν au)to\n Rk., au)ta\ M. καὶ νομοθετεῖν ὅσα βούλοιτο ἠξίουν, καὶ τούς τε νόμους τοὺς γραφησομένους ὑπʼ αὐτοῦ Αὐγούστους ἐκεῖθεν ἤδη προσηγόρευον, καὶ ἐμμενεῖν e)mmenei=n Dind., e)mme/nein M. σφισιν ὀμόσαι o)mo/sai Xyl., o(/mose M. ἤθελον. ὁ δὲ τὰ μὲν ἄλλα ὡς w(s Bk., w(s a(/te M. καὶ ἀναγκαῖα ἐδέξατο, τοὺς δʼ ὅρκους ἀφῆκεν
 
αὐτοῖς· καὶ γὰρ εὖ ᾔδει ὅτι, εἰ μὲν ἀπὸ γνώμης τι ψηφίσαιντο, τηρήσουσιν thrh/sousin Reim., throu=sin M. αὐτὸ κἂν μὴ ὀμόσωσιν, o)mo/swsin Rk., o(mologh/swsin M. εἰ δὲ μή, οὐδὲν αὐτοῦ, κἂν μυρίας πίστεις ἐπαγάγωσι, προτιμήσουσιν. protimh/sousin Rk., proceni/swsin M.
 
Αὔγουστος μὲν δὴ ταῦτʼ ἐποίει, καί τις τῶν ἀγορανόμων ἐθελοντὴς ὑπὸ πενίας ἀπεῖπε τὴν ἀρχήν· Ἀγρίππας δὲ ὡς τότε ἐς τὴν Ῥώμην ἐκ τῆς Σικελίας πεμφθεὶς διῴκησε τὰ κατεπείγοντα,
 
ταῖς Γαλατίαις προσετάχθη· ἔν τε γὰρ ἀλλήλοις ἐστασίαζον καὶ ὑπὸ τῶν Κελτῶν ἐκακοῦντο. καταστήσας δὲ καὶ ἐκεῖνα ἐς Ἰβηρίαν μετέστη· οἱ γὰρ Κάνταβροι οἱ ζωργηθέντες τε ἐν τῷ πολέμῳ καὶ πραθέντες τούς τε δεσπότας σφῶν ὡς ἕκαστοι ἀπέκτειναν, καὶ πρὸς τὴν οἰκείαν ἐπανελθόντες πολλοὺς συναπέστησαν, καὶ μετʼ αὐτῶν χωρία καταλαβόντες καὶ ἐντειχισάμενοι τοῖς τῶν
 
Ῥωμαίων φρουροῖς ἐπεβούλευον. ἐπʼ οὖν τούτους ὁ Ἀγρίππας ἐπιστρατεύσας ἔσχε μέν τι καὶ πρὸς τοὺς στρατιώτας ἔργον· πρεσβύτεροι γὰρ οὐκ ὀλίγοι αὐτῶν ὄντες καὶ τῇ συνεχείᾳ τῶν πολέμων τετρυχωμένοι, τούς τε Καντάβρους ὡς καὶ δυσπολεμήτους
 
δεδιότες, οὐκ ἐπείθοντο αὐτῷ. ἀλλʼ ἐκείνους μέν, τὰ μὲν νουθετήσας τὰ δὲ παραμυθησάμενος τὰ δὲ καὶ ἐπελπίσας, e)pelpi/sas Bs., a)pelpi/sas M. διὰ ταχέων πειθαρχῆσαι ἐποίησε, πρὸς δὲ δὴ τοὺς Καντάβρους πολλὰ προσέπταισεν· καὶ γὰρ ἐμπειρίᾳ πραγμάτων, ἅτε τοῖς Ῥωμαίοις δεδουλευκότες, καὶ ἀπογνώσει τοῦ μὴ ἂν ἔτι σωθῆναι ἁλόντες ἐχρῶντο.
 
τέλος δέ ποτε συχνοὺς μὲν ἀποβαλὼν τῶν στρατιωτῶν, συχνοὺς δὲ καὶ ἀτιμώσας ὅτι ἡττῶντο (τά τε γὰρ ἄλλα καὶ στρατόπεδον ὅλον Αὔγουστον ἐπωνομασμένον ἐκώλυσεν οὕτως ἔτι καλεῖσθαἰ, τούς τε ἐν τῇ ἡλικίᾳ πολεμίους πάντας ὀλίγου διέφθειρε καὶ τοὺς λοιποὺς τά τε ὅπλα ἀφείλετο
 
καὶ ἐς τὰ πεδία ἐκ τῶν ἐρυμνῶν κατεβίβασεν. οὐ μὴν οὔτε ἐπέστειλέ τι τῇ βουλῇ περὶ αὐτῶν, οὔτε τὰ ἐπινίκια καίτοι ἐκ τῆς τοῦ Αὐγούστου προστάξεως ψηφισθέντα προσήκατο, ἀλλʼ ἔν τε τούτοις ἐμετρίαζεν ὥσπερ εἰώθει, καὶ γνώμην ποτὲ ὑπὸ τοῦ ὑπάτου ὑπὲρ τοῦ ἀδελφοῦ αὐτοῦ ἐρωτηθεὶς
 
οὐκ ἔδωκε. τό τε ὕδωρ τὸ Παρθένιον καλούμενον τοῖς ἰδίοις τέλεσιν ἐσαγαγὼν Αὔγουστον προσηγόρευσε. καὶ οὕτω γε ἐκεῖνος ἐπʼ αὐτῷ ἔχαιρεν ὥστε σπάνεώς spa/new/s Bk., spa/nio/s M. ποτε οἴνου γενομένης, καὶ τῶν ἀνθρώπων δεινὰ διαβοώντων, ἱκανώτατα ἔφη τὸν Ἀγρίππαν προνενοηκέναι ὥστε μὴ δίψῃ ποτὲ αὐτοὺς ἀπολέσθαι.
 
τοιοῦτος μὲν δὴ οὗτος ὁ ἀνὴρ ἦν· τῶν δὲ δὴ ἄλλων τινὲς οὐχ ὅτι τὰ αὐτὰ αὐτῷ πράσσοντες, ἀλλʼ οἱ μὲν λῃστὰς συλλαμβάνοντες οἱ δὲ πόλεις στασιαζούσας καταλλάσσοντες, καὶ ἐπωρέγοντο
 
τῶν νικητηρίων καὶ ἔπεμπον αὐτά. ὁ γὰρ Αὔγουστος καὶ ταῦτα ἀφθόνως τισὶ τήν γε πρώτην ἐχαρίζετο, καὶ δημοσίαις ταφαῖς πλείστους ὅσους ἐτίμα. τοιγαροῦν ἐκεῖνοι μὲν ἐν τούτοις ἐλαμπρύνοντο, ὁ δὲ Ἀγρίππας ἐς τὴν αὐταρχίαν τρόπον
 
τινὰ ὑπʼ αὐτοῦ προήχθη. ὁ γὰρ Αὔγουστος, ὡς τά τε κοινὰ θεραπείας ἀκριβοῦς ἐδεῖτο, καὶ ἐδεδίει μή, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ἐπιβουλευθῇ (βραχὺ γάρ τι καὶ σμικρὸν τὸν θώρακα, ὃν ὑπὸ τῇ στολῇ πολλάκις καὶ ἐς αὐτὸ τὸ συνέδριον
 
ἐσιὼν εἶχεν, ἐπικουρήσειν οἱ ἐνόμιζἐ, πρῶτον μὲν αὐτὸς πέντε τῆς προστασίας ἔτη, ἐπειδήπερ ὁ δεκέτης χρόνος ἐξήκων ἦν, προσέθετο (ταῦτα γὰρ Πουπλίου τε καὶ Γναίου Λεντούλων *lentou/lwn Bk., lentou/lou M. ὑπατευόντων ἐγένετὀ, ἔπειτα δὲ καὶ τῷ Ἀγρίππᾳ ἄλλα τε ἐξ ἴσου πῃ ἑαυτῷ καὶ τὴν ἐξουσίαν τὴν δημαρχικὴν
 
ἐς τὸν αὐτὸν χρόνον ἔδωκε. τοσαῦτα γάρ σφισιν sfisin R. Steph., sfisi M. ἔτη τότε ἐπαρκέσειν ἔφη· ὕστερον γὰρ οὐ πολλῷ καὶ τὰ ἄλλα πέντε a)/lla pe/nte Rk., pe/nte a)/lla Reim., polla\ M. τῆς αὐτοκράτορος ἡγεμονίας προσέλαβεν, ὥστε αὐτὰ δέκα αὖθις γενέσθαι.
 
πράξας δὲ ταῦτα τὸ βουλευτικὸν ἐξήτασε· πολλοί τε γὰρ καὶ ὣς ἐδόκουν αὐτῷ εἶναι (πλήθει δὲ οὐδὲν ὑγιὲς ἐνεώρα e)new/ra Rk., e(w/ra M.ʼ,ʼ καὶ διὰ μίσους οὐχ ὅτι τοὺς κακίᾳ τινὶ ἐπιρρήτους, ἀλλὰ καὶ τοὺς
 
κολακείᾳ ἐκφανεῖς ἐποιεῖτο. καὶ ἐπειδὴ μήτε τις ἑκὼν ὥσπερ πρότερον ἀπηλλάττετο, μήτʼ αὖ μόνος ἐν αἰτίᾳ τινὶ γενέσθαι ἐβούλετο, αὐτός τε τριάκοντα ἄνδρας τοὺς ἀρίστους, ὅπερ που pou Pflugk, pw M. καὶ ὅρκῳ ἐπιστώσατο, ἐξελέξατο, καὶ ἐκείνους ἐκέλευσε προομόσαντας τὸν αὐτὸν ὅρκον κατὰ πέντε, πλὴν τῶν συγγενῶν, ἐς πινάκια γράψαντας ἑλέσθαι.
 
καὶ μετὰ τοῦτο τὰς πεμπάδας ἐκλήρωσεν, ὥσθʼ ἕνα καθʼ ἑκάστην τὸν λαχόντα αὐτόν τε βουλεῦσαι καὶ ἑτέρους πέντε ἐπὶ τοῖς αὐτοῖς ἐγγράψαι. ἔδει που καὶ τοὺς τριάκοντα ἔν τε τοῖς αἱρουμένοις ὑπὸ τῶν u(po\ tw=n Capps, u(f' M. ἑτέρων καὶ ἐν τοῖς κληρουμένοις γενέσθαι. ἐπειδή τέ τινες αὐτῶν ἀπεδήμουν, ἄλλοι ἀντʼ ἐκείνων λαχόντες τὰ ἐπιβάλλοντά σφισιν ἔπραξαν.
 
τὸ μὲν οὖν πρῶτον ταῦθʼ οὕτως ἐπὶ πλείους ἡμέρας ἐγένετο· ἐπεὶ δὲ ἐκακουργήθη τινά, οὔτε ἐπὶ τοῖς ταμίαις τὰ γραμματεῖα ἔτʼ ἐποιήσατο οὔτε ἔτι τῷ κλήρῳ τὰς πεμπάδας ἐπέτρεψεν, ἀλλʼ αὐτός τε τὰ λοιπὰ ἀνελέξατο καὶ αὐτὸς τοὺς ἐνδέοντας προσείλετο, ὥστε ἐς ἑξακοσίους τοὺς
 
πάντας ἀποδειχθῆναι. ἐβουλεύσατο μὲν γὰρ τριακοσίους αὐτοὺς κατὰ τὸ ἀρχαῖον ποιῆσαι, καὶ πάνυ ἀγαπητὸν νομίζων εἶναι τοσούτους ἀξίους τοῦ συνεδρίου σφῶν εὑρεθῆναι· δυσχερανάντων δὲ πάντων ὁμοίως (τῷ γὰρ πολὺ πλείους τῶν ἐμμενούντων ἐν αὐτῷ τοὺς διαγραφησομένους ἔσεσθαι, φοβεῖσθαι μᾶλλον αὐτοὺς μὴ ἰδιωτεύσωσιν ἢ προσδοκᾶν ὅτι καὶ βουλεύσουσιν συνέβαινἐ τοὺς
 
ἑξακοσίους κατελέξατο. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ μετὰ τοῦτο, ἐπειδή τινες οὐκ ἐπιτήδειοι καὶ τότε ἐγγεγραμμένοι ἦσαν, καὶ Λικίνιός τέ τις Ῥήγουλος, ἀγανακτήσας ὅτι τοῦ τε υἱέος καὶ ἄλλων πολλῶν, ὧν w(=n supplied by R. Steph. κρείσσων εἶναι ἠξίου, διειλεγμένων ἀπαλήλιπτο, τήν τε ἐσθῆτα ἐν αὐτῷ τῷ
 
βουλευτηρίῳ κατερρήξατο, καὶ τὸ σῶμα γυμνώσας τάς τε στρατείας κατηριθμήσατο καὶ τὰς οὐλὰς προσεπέδειξέ σφισι, καὶ Ἀρτικυλέιος *)artikule/ios Cary, *)artikulh/ios M. Παῖτος *pai=tos Bk., pe/tos M. ἐν μὲν τοῖς βουλεύσουσιν ὢν τῷ δὲ δὴ πατρὶ ἐκπεπτωκότι παραχωρῆσαι τῆς βουλείας ἀξιῶν ἱκέτευεν, ἐξετασμὸν αὖθίς σφων ἐποιήσατο, καί
 
τινας ἀπαλλάξας ἄλλους ἀντικατέλεξεν. ἐπειδή τε πολλοὶ καὶ ὣς διεγεγράφατο, καί τινες αὐτὸν δι’ αἰτίας, au)to\n di' ai)ti/as Bk., au)tw=n ai)ti/as M. οἷα ἐν τῷ τοιούτῳ φιλεῖ συμβαίνειν, ὡς καὶ ἀδίκως ἀπεληλαμένοι εἶχον, τότε τε te Bk., ge M. αὐτοῖς καὶ συνθεάσασθαι καὶ συνεστιάσασθαι τοῖς βουλεύουσι, τῇ αὐτῇ σκευῇ χρωμένοις, συνεχώρησε, καὶ ἐς τὸ ἔπειτα τὰς ἀρχὰς αἰτεῖν ἐπέτρεψε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme