Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

3.2 ἀπιστεῖ τοῖς ὑπὲρ ἑαυτὸν λεγομένοις. καὶ προσέτι καὶ γιγνώσκω τοῦθʼ, ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι λέγοντες οὐχ ὅσον οὐ πείθουσί τινας, ἀλλὰ καὶ κόβαλοι δοκοῦσιν εἶναι. οὐ μὴν ἀλλʼ εἰ μέν τι τοιοῦτον ἐπηγγελλόμην ὃ μὴ παραχρῆμα ποιήσειν ἔμελλον, σφόδρα ἂν ἀπώκνησα αὐτὸ ἐκφῆναι, μὴ καὶ αἰτίαν τινὰ μοχθηρὰν ἀντὶ χάριτος λάβω·
3.3 νῦν δʼ ὁπότε εὐθὺς καὶ τήμερον ἐπακολουθήσει τὸ ἔργον αὐτῷ, πάνυ θαρσούντως ἔχω μὴ μόνον μηδεμίαν αἰσχύνην ψευδολογίας ὀφλήσειν, ἀλλὰ
4.1 καὶ πάντας ἀνθρώπους εὐδοξίᾳ νικήσειν. ὅτι μὲν γὰρ πάρεστί μοι διὰ παντὸς ὑμῶν ἄρχειν, καὶ αὐτοὶ ὁρᾶτε· τό τε γὰρ στασιάσαν πᾶν ἤτοι δικαιωθὲν πέπαυται ἢ καὶ ἐλεηθὲν σεσωφρόνισται, e)lehqe\n seswfro/nistai M, e)lehqe/ntes swfro/nistai V. καὶ τὸ συναράμενόν μοι τῇ τε ἀμοιβῇ τῶν εὐεργεσιῶν ᾠκείωται καὶ τῇ κοινωνίᾳ τῶν πραγμάτων
4.2 ὠχύρωται, ὥστε μήτε ἐπιθυμῆσαί τινα νεωτέρων ἔργων, κἂν ἄρα τι καὶ τοιοῦτο γένηται, τὸ γοῦν βοηθῆσον ἡμῖν ἕτοιμον ἔτι καὶ μᾶλλον εἶναι. τά τε στρατιωτικὰ ἀκμάζει μοι καὶ εὐνοίᾳ καὶ ῥώμῃ, καὶ χρήματα ἔστι καὶ σύμμαχοι, καὶ τὸ μέγιστον, οὕτω καὶ ὑμεῖς καὶ ὁ δῆμος διάκεισθε πρός με ὥστε καὶ πάνυ ἂν προστατεῖσθαι prostatei=sqai M, prostatei=sqe V.
4.3 ὑπʼ ἐμοῦ ἐθελῆσαι. οὐ μέντοι καὶ ἐπὶ πλεῖον ὑμᾶς ἐξηγήσομαι, οὐδὲ ἐρεῖ τις ὡς ἐγὼ τῆς αὐταρχίας ἕνεκα πάντα τὰ προκατειργασμένα ἔπραξα· ἀλλὰ ἀφίημι τὴν ἀρχὴν ἅπασαν καὶ ἀποδίδωμι ὑμῖν πάντα ἁπλῶς, τὰ ὅπλα τοὺς νόμους τὰ ἔθνη, οὐχ ὅπως ἐκεῖνα ὅσα μοι ὑμεῖς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme