Book 53
31.3
ἐπετέλει συνδιαθεὶς λαμπρῶς, ὥστε τήν τε ἀγορὰν ἐν παντὶ τῷ θέρει qe/rei Bk. following Xiph., qe/rei e)n *wM. παραπετάσμασι κατὰ κορυφὴν διαλαβεῖν καὶ ὀρχηστήν τινα ἱππέα γυναῖκά τε ἐπιφανῆ ἐς τὴν ὀρχήστραν ἐσαγαγεῖν, ὅμως τὴν μοναρχίαν οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ
31.4
τὸν Ἀγρίππαν αὐτοῦ προετίμησεν. οὕτως, ὡς ἔοικεν, οὐδέπω τῇ τοῦ μειρακίου γνώμῃ ἐθάρσει, ἀλλʼ ἤτοι τὸν δῆμον τὴν ἐλευθερίαν κομίσασθαι ἢ καὶ τὸν Ἀγρίππαν τὴν ἡγεμονίαν παρʼ ἐκείνου λαβεῖν ἠθέλησεν· εὖ τε γὰρ ἠπίστατο προσφιλῆ σφισιν ἐς τὰ μάλιστα αὐτὸν ὄντα, καὶ οὐκ ἐβούλετο παρʼ ἑαυτοῦ δὴ δοκεῖν αὐτὴν ἐπιτρέπεσθαι.
32.1
ῥαΐσας δʼ οὖν, καὶ μαθὼν τὸν Μάρκελλον οὐκ ἐπιτηδείως τῷ Ἀγρίππᾳ διὰ τοῦτʼ ἔχοντα, ἐς τὴν Συρίαν εὐθὺς τὸν Ἀγρίππαν, μὴ καὶ διατριβή τις καὶ ἁψιμαχία αὐτοῖς ἐν ταὐτῷ οὖσι συμβῇ, ἔστειλε. καὶ ὃς ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησεν, οὐ μέντοι καὶ ἐς τὴν Συρίαν ἀφίκετο, ἀλλʼ ἔτι καὶ μᾶλλον μετριάζων ἐκεῖσε μὲν τοὺς ὑποστρατήγους ἔπεμψεν, αὐτὸς δὲ ἐν Λέσβῳ διέτριψε.
32.2
ταῦτά τε οὕτως ὁ Αὔγουστος ἐποίησε, καὶ στρατηγοὺς δέκα, ὡς οὐδὲν ἔτι πλειόνων δεόμενος, ἀπέδειξε· καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. ἔμελλον δὲ αὐτῶν οἱ μὲν ἄλλοι τὰ αὐτὰ ἅπερ καὶ πρόσθεν ποιήσειν, δύο δὲ ἐπὶ τῇ διοικήσει ὅσα
32.3
ἔτη γενήσεσθαι. διατάξας δὲ ταῦτα ὡς ἕκαστα, ἀπεῖπε τὴν ὑπατείαν ἐς τὸ to\ supplied by Bs. Ἀλβανὸν ἐλθών· ἐπεὶ γὰρ αὐτός, ἐξ οὗπερ τὰ πράγματα κατέστη, καὶ τῶν ἄλλων οἱ πλείους διʼ ἔτους ἦρξαν, ἐπισχεῖν τε τοῦτο αὖθις, ὅπως ὅτι πλεῖστοι ὑπατεύωσιν, ἠθέλησε, καὶ ἔξω τοῦ ἄστεως αὐτὸ