Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

29.6 καὶ ἠλείψατο. ὅπερ που πάνυ ὀλίγοις σφῶν ὑπῆρξε ποιῆσαι· οὔτε γὰρ ἡ χώρα οὐδέτερον αὐτῶν φέρει οὔτε ἐκεῖνοι ἄφθονα αὐτὰ προπαρεσκευάδατο. propareskeua/dato Bk., propareskeua/santo *wM, (e)kei/nois' propareskeu/asto Zon. κἀν τῷ πόνῳ τούτῳ καὶ οἱ βάρβαροί
29.7 σφισι προσεπέθεντο. τέως μὲν γὰρ ἥττους, ὁπότε γε καὶ ge kai\ M Xiph., ge V. προσμίξειαν αὐτοῖς, ἐγίγνοντο, καί τινα καὶ χωρία ἀπέβαλλον· τότε δὲ συμμάχῳ τῇ νόσῳ αὐτῶν χρησάμενοι τά τε σφέτερα ἐκομίσαντο καὶ ἐκείνων τοὺς περιλειφθέντας ἐξήλασαν ἐκ τῆς
29.8 χώρας. πρῶτοι μὲν δὴ Ῥωμαίων οὗτοι, νομίζω δʼ ὅτι καὶ μόνοι, τοσοῦτον ἐπὶ πολέμῳ τῆς Ἀραβίας ταύτης ἐπῆλθον· μέχρι γὰρ τῶν Ἀθλούλων καλουμένων, χωρίου τινὸς ἐπιφανοῦς, ἐχώρησαν.
30.1 ὁ δʼ Αὔγουστος ἑνδέκατον μετὰ Καλπουρνίου Πίσωνος ἄρξας ἠρρώστησεν αὖθις, ὥστε μηδεμίαν ἐλπίδα σωτηρίας σχεῖν· πάντα γοῦν ὡς καὶ τελευτήσων διέθετο, καὶ τάς τε ta/s te Xiph., ta/s ge *wM. ἀρχὰς τούς τε ἄλλους τοὺς πρώτους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἀθροίσας διάδοχον μὲν οὐδένα ἀπέδειξε,
30.2 καίτοι τὸν Μάρκελλον πάντων προκριθήσεσθαι ἐς τοῦτο προσδοκώντων, διαλεχθεὶς δέ τινα αὐτοῖς περὶ τῶν δημοσίων πραγμάτων τῷ μὲν Πίσωνι τάς τε δυνάμεις καὶ τὰς προσόδους τὰς κοινὰς ἐς βιβλίον ἐσγράψας ἔδωκε, τῷ δʼ Ἀγρίππᾳ τὸν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme