Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

20.2 ἕξοι προέγνωσαν. χαριζομένων δʼ αὐτῷ καθʼ ὑπερβολὴν ἄλλων ἄλλα, a)/lla M, a)/llai V. Σέξτος τις Πακούουιος, *pakou/ouios Bk., pakou/bios *wM. ὡς δʼ ἕτεροι λέγουσιν Ἀπούδιος, πάντας ἐξενίκησεν· ἐν γὰρ τῷ συνεδρίῳ ἑαυτόν τέ οἱ τὸν τῶν Ἰβήρων τρόπον καθωσίωσε καὶ τοῖς
20.3 ἄλλοις συνεβούλευε τοῦτο ποιῆσαι. ἐπειδή τε ὁ Αὔγουστος ἐμποδών οἱ ἐγένετο, πρός τε τὸ πλῆθος τὸ προσεστὸς ἐξεπήδησεν (ἐδημάρχει γάρʼ καὶ ἐκείνους τε καὶ μετὰ ταῦτα καὶ τοὺς λοιπούς, κατά τε τὰς ὁδοὺς καὶ κατὰ τοὺς στενωποὺς περινοστήσας, καθιερῶσαί σφας τῷ Αὐγούστῳ
20.4 κατηνάγκασεν· ἀφʼ οὗπερ καὶ νῦν προστρεπόμενοι prostrepo/menoi Bk., protrepo/menoi *wM. τὸν κρατοῦντα λέγειν εἰώθαμεν ὅτι “σοι καθωσιώμεθα.” Καὶ ὁ μὲν καὶ θῦσαι ἐπὶ τούτῳ παντας ἐποίει. ἔν τε τῷ ὁμίλῳ ποτὲ κληρονόμον ἔφη τὸν Αὔγουστον ἐξ ἴσου τῷ υἱεῖ καταλείψειν, οὐχ ὅτι τι εἶχεν, ἀλλʼ ὅτι καὶ προσλαβεῖν ἠθέλησεν, ὃ καὶ
21.1 ἐγένετο· Αὔγουστος δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον, ὡς καὶ ἐθελοντὶ δὴ παρὰ πάντων αὐτὴν εἰληφώς, ἔπραττε, καὶ ἐνομοθέτει πολλά. οὐδὲν δὲ δέομαι καθʼ ἕκαστον ἀκριβῶς ἐπεξιέναι, χωρὶς ἢ ὅσα τῇ συγγραφῇ
21.2 πρόσφορά ἐστι. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα πραχθεῖσι ποιήσω, ἵνα μὴ καὶ διʼ ὄχλου γένωμαι πάντα τὰ τοιαῦτα ἐπεσφέρων ἃ μηδʼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme