Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 53

14.1 οὕτω μὲν καὶ ἐπὶ τούτοις ἔκ τε τῶν ἐστρατηγηκότων καὶ ἐκ τῶν ὑπατευκότων ἄρχοντες ἀμφοτέρωσε πέμπεσθαι ἐνομίσθησαν. καὶ αὐτῶν ὁ μὲν αὐτοκράτωρ ὅποι τέ τινα καὶ ὁπότε ἤθελεν ἔστελλε, καὶ πολλοὶ καὶ στρατηγοῦντες καὶ ὑπατεύοντες ἡγεμονίας ἐθνῶν ἔσχον, ὃ καὶ kai\ Bk., te *wM. νῦν
14.2 ἔστιν ὅτε γίγνεται· τῇ δὲ δὴ βουλῇ ἰδίᾳ μὲν τοῖς τε ὑπατευκόσι τήν τε Ἀφρικὴν καὶ τὴν Ἀσίαν καὶ τοῖς ἐστρατηγηκόσι τὰ λοιπὰ πάντα ἀπένειμε, κοινῇ δὲ δὴ πᾶσιν αὐτοῖς ἀπηγόρευσε μηδένα πρὸ πέντε ἐτῶν μετὰ τὸ ἐν τῇ πόλει ἄρξαι
14.3 κληροῦσθαι. καὶ χρόνῳ μέν τινι πάντες οἱ τοιοῦτοι, εἰ καὶ πλείους τῶν ἐθνῶν ἦσαν, ἐλάγχανον αὐτά· ὕστερον δέ, ἐπειδή τινες αὐτῶν οὐ καλῶς ἦρχον, τῷ αὐτοκράτορι καὶ ἐκεῖνοι προσετέθησαν, καὶ οὕτω καὶ τούτοις αὐτὸς τρόπον
14.4 τινὰ τὰς ἡγεμονίας δίδωσιν. ἰσαρίθμους τε γὰρ τοῖς ἔθνεσι, καὶ οὓς ἄν ἐθελήσῃ, κληροῦσθαι κελεύει. αἱρετούς τέ τινες καὶ ἐκεῖσε ἔπεμψαν, καὶ ἐπὶ πλείω ἐνιαυτοῦ χρόνον ἔστιν οἷς ἄρξαι ἐπέτρεψαν· καί τινες καὶ ἱππεῦσιν ἀντὶ τῶν βουλευτῶν ἔθνη τινὰ προσέταξαν.
14.5 ταῦτα μὲν οὕτω τότε περὶ τοὺς βουλευτὰς τούς γε καὶ θανατοῦν τοὺς ἀρχομένους ἐξουσίαν ἔχοντας ἐνομίσθη. πέμπονται γὰρ καὶ οἷς οὐκ ἔξεστι τοῦτο, ἐς μὲν τὰ τοῦ δήμου τῆς τε βουλῆς λεγόμενα ἔθνη οἵ τε ταμιεύοντες, οὓς ἂν ὁ κλῆρος ἀποδείξῃ, καὶ οἱ παρεδρεύοντες τοῖς τὸ κῦρος τῆς
14.6 ἀρχῆς ἔχουσιν. οὕτω γὰρ ἂν ὀρθῶς αὐτούς, οὐ πρὸς τὸ ὄνομα ἀλλὰ πρὸς τὴν πρᾶξιν, ὥσπερ εἶπον, καλέσαιμι, ἐπεὶ οἵ γε ge H. Steph., te *wM. ἄλλοι πρεσβευτὰς καὶ τούτους ἑλληνίζοντες ὀνομάζουσι. καὶ περὶ μὲν τῆς ἐπικλήσεως ταύτης ἀρκούντως ἐν τοῖς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme