Book 52
7.4
μᾶλλον ἢ δικαιώσει δόξεις do/ceis L', do/chs V. εὐθύνειν· τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλʼ οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προπεταννύντας, ὀνόματι ἐννόμῳ e)nno/mw| Naber, e)nno/mou *wL'. δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθʼ οὕτω
7.5
γίγνεται· ἐν δὲ δὴ ταῖς δημοκρατίαις, ἄν τʼ ἰδίᾳ τις ἀδικεῖν αἰτίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, ἄν τε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καθίζουσιν kaqi/zousin Rk., kaqi/zwsin *wL'. ἐκ τῶν ὁμοίων οὓς ἂν ou(\s a)\n Xyl., ou)=san *wL'. ὁ κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ ἀποβαίνοντα ἀπʼ αὐτῶν τοὺς ἀνθρώπους φέρειν, μήτʼ ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκαστῇ a)nagkasth=| L', a)nagkasqh= V. νομίζοντάς τι πεπονθέναι.
8.1
ἔτι τοίνυν πολλοὶ χωρὶς τῶν τι ἀδικούντων, οἱ μὲν γένει, οἱ δὲ πλούτῳ, οἱ δὲ ἑτέρῳ τινὶ ἐπαιρόμενοι, ἄλλως μὲν οὐ κακοὶ ἄνδρες, τῇ δὲ δὴ προαιρέσει τῇ τῆς μοναρχίας ἐναντίοι φύονται· καὶ αὐτοὺς οὔτʼ αὔξεσθαί τις ἐῶν ἀσφαλῶς δύναται ζῆν, οὔτʼ αὖ κολούειν ἐπιχειρῶν δικαίως
8.2
τοῦτο ποιεῖν. τί ποτʼ οὖν τούτοις χρήσῃ; πῶς αὐτοὺς μεταχειρίσῃ; ἂν μὲν γὰρ τά τε γένη σφῶν καθέλῃς καὶ τοὺς πλούτους ἐλαττώσῃς τά τε φρονήματα ταπεινώσῃς, οὐδεμίαν ἂν εὔνοιαν παρὰ τῶν ἀρχομένων λάβοις· πῶς γάρ, εἰ μήτε γεννηθῆναί τῳ καλῶς μήτε πλουτῆσαι δικαίως, μήτʼ ἰσχυρῷ μήτʼ ἀνδρείῳ μήτε συνετῷ γενέσθαι ἐξείη;