Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

6.5 λαμβάνουσιν. ἐν μὲν γὰρ ταῖς δημοκρατίαις καὶ στρατεύονται ὡς πλήθει οἱ τὰ χρήματα συνεσφέροντες, ὥστε τρόπον τινὰ αὖθις αὐτὰ ἀπολαμβάνουσιν· ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ γεωργοῦσι καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ πολιτεύονται, παρʼ ὧνπερ καὶ αἱ λήψεις μάλιστα γίγνονται, ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισθὸν φέρουσιν.
7.1 ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι· οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρονίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θανάτῳ ζημιοῦσθαι, οἷα ἔν τε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώπων τοσούτῳ, tosou/tw| St., tosou/twn *wL'. ἄλλως τε καὶ ἐν μεταβολῇ πολιτείας,
7.2 φιλεῖ συμβαίνειν. τούτοις tou/tois Xyl., tou/tous *wL'. δʼ ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντό τε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς· καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν τῷ
7.3 κρατοῦντι ποιήσωσι· κἂν ἄρα τινὲς ἁλίσκωνται, a(li/skwntai R. Steph., a(li/skontai *wL'. διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δʼ αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν (τοῦτο δὲ οὐκ εὐτυχέσʼ, καὶ πάντως τινὰς αὐτῶν ὀργῇ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme