Book 52
39.4
ὁμοίου σφίσι προσφέρῃ, καὶ μὴ αὐτὸς μὲν πλουτῇς τοὺς δʼ ἄλλους ἀργυρολογῇς, μηδʼ αὐτὸς μὲν τρυφᾷς τοὺς δʼ ἄλλους ταλαιπωρῇς, μηδʼ αὐτὸς μὲν ἀκολασταίνῃς τοὺς δʼ ἄλλους νουθετῇς, ἀλλʼ ἐς πάντα δὴ πάντως ὁμοιοτροπώτατα αὐτοῖς ζῇς; ὥστʼ αὐτὸς παρὰ σαυτῷ μέγα φυλακτήριον ἐν τῷ μηδένα ποτὲ ἀδικῆσαι ἔχων θάρσει, καὶ πίστευέ μοι λέγοντι ὅτι οὔτε μισηθήσῃ ποτὲ οὔτε
39.5
ἐπιβουλευθήσῃ. τούτου δὲ δὴ οὕτως ἔχοντος πᾶσά σε ἀνάγκη καὶ ἡδέως βιῶναι· τί μὲν γὰρ ἥδιον, τί δὲ εὐδαιμονέστερόν ἐστι τοῦ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν μετʼ ἀρετῆς ἀπολαύοντα καὶ τοῖς ἄλλοις αὐτὰ διδόναι δύνασθαι;
40.1
ταῦτά τε οὖν καὶ τἆλλα πάνθʼ ὅσα εἴρηκα ἐννοήσας πείσθητί μοι, καὶ μὴ πρόῃ τὴν τύχην, ἥτις σε ἐκ πάντων ἐπελέξατο καὶ προεστήσατο. ὡς εἴ γε τὸ μὲν πρᾶγμα τὸ τῆς μοναρχίας αἱρῇ, τὸ δʼ ὄνομα τὸ τῆς βασιλείας ὡς καὶ ἐπάρατον φοβῇ, τοῦτο μὲν μὴ προσλάβῃς, τῇ δὲ δὴ τοῦ Καίσαρος
40.2
προσηγορίᾳ χρώμενος αὐτάρχει. εἰ δʼ οὖν καὶ ἄλλων τινῶν ἐπικλήσεων προσδέῃ, δώσουσι μέν σοι τὴν τοῦ αὐτοκράτορος, ὥσπερ καὶ τῷ πατρί σου ἔδωκαν, σεβιοῦσι δέ σε καὶ ἑτέρᾳ τινὶ προσρήσει, ὥστε σε πᾶν τὸ τῆς βασιλείας ἔργον ἄνευ τοῦ τῆς ἐπωνυμίας αὐτῆς ἐπιφθόνου καρποῦσθαι.”
41.1
Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, ὁ δὲ δὴ Καῖσαρ ἀμφοτέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ καὶ ἐπὶ τῇ πολυλογίᾳ τῇ τε παρρησίᾳ ἰσχυρῶς ἐπῄνεσε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέθειτο ἔπραξε, φοβηθεὶς μὴ καὶ σφαλῇ τι, ἀθρόως