Book 52
36.2
τι περὶ αὐτὸ καὶ μίσει καὶ κόλαζε, μὴ μόνον τῶν θεῶν ἕνεκα, ὧν ὁ o( supplied by St. καταφρονήσας οὐδʼ ἄλλου ἄν τινος προτιμήσειεν, ἀλλʼ ὅτι καὶ καινά τινα δαιμόνια οἱ τοιοῦτοι ἀντεσφέροντες πολλοὺς ἀναπείθουσιν ἀλλοτριονομεῖν, κἀκ τούτου καὶ συνωμοσίαι καὶ συστάσεις ἑταιρεῖαί τε γίγνονται, ἅπερ ἥκιστα μοναρχίᾳ συμφέρει. μήτʼ οὖν ἀθέῳ
36.3
τινὶ μήτε γόητι συγχωρήσῃς εἶναι. μαντικὴ μὲν γὰρ ἀναγκαία ἐστί, καὶ πάντως τινὰς καὶ ἱερόπτας καὶ οἰωνιστὰς ἀπόδειξον, οἷς οἱ βουλόμενοί τι κοινώσασθαι συνέσονται· τοὺς δὲ δὴ μαγευτὰς πάνυ οὐκ εἶναι προσήκει. πολλοὺς γὰρ πολλάκις οἱ τοιοῦτοι, τὰ μέν τινα ἀληθῆ τὰ δὲ δὴ πλείω
36.4
ψευδῆ λέγοντες, νεοχμοῦν ἐπαίρουσι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τῶν φιλοσοφεῖν προσποιουμένων οὐκ ὀλίγοι δρῶσι· διὸ καὶ ἐκείνους φυλάσσεσθαί σοι παραινῶ. μὴ γὰρ ὅτι καὶ Ἀρείου καὶ Ἀθηνοδώρου καλῶν καὶ ἀγαθῶν ἀνδρῶν πεπείρασαι, πίστευε καὶ τοὺς ἄλλους πάντας τοὺς φιλοσοφεῖν λέγοντας ὁμοίους αὐτοῖς εἶναι· μυρία γὰρ κακὰ καὶ δήμους καὶ ἰδιώτας τὸ πρόσχημά τινες τοῦτο προβαλλόμενοι δρῶσι.
37.1
τῇ μὲν οὖν γνώμῃ καὶ τῷ μηδενὸς πλείονος τῶν ὑπαρχόντων ἐπιθυμεῖν εἰρηνικώτατον εἶναί σε χρή, ταῖς δὲ παρασκευαῖς πολεμικώτατον, ὅπως μάλιστα μὲν μήτε ἐθελήσῃ μήτε ἐπιχειρήσῃ τις ἀδικῆσαί σε, εἰ δὲ μή, ῥᾳδίως καὶ παραχρῆμα
37.2
κολασθῇ. καὶ ἐπειδή γε ἀναγκαῖόν ἐστι καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα καὶ ὠτακουστεῖν τινας καὶ διοπτεύειν πάντα τὰ τῇ ἡγεμονίᾳ σου προσήκοντα, ἵνα μηδὲν τῶν φυλακῆς τινος καὶ ἐπανορθώσεως δεομένων ἀγνοῇς, μέμνησο ὅτι οὐ χρὴ πᾶσιν ἁπλῶς τοῖς λεγομένοις ὑπʼ αὐτῶν πιστεύειν, ἀλλʼ