Book 52
26.4
παρέχῃς, pare/xh|s R. Steph., pare/xois *wM. μήτε διὰ πλοῦτον μήτε διʼ εὐγένειαν μήτε διʼ ἄλλο τι ἀρετῆς ἐχόμενον, ῥᾳθυμίαν ἢ μαλακίαν ἢ καὶ ἐπιτήδευσίν τινα κίβδηλον προσποιεῖσθαι. πολλοὶ γὰρ φοβούμενοι μὴ καὶ διὰ τοιοῦτό τι καὶ φθονηθῶσι καὶ κινδυνεύσωσι, πολλὰ καὶ ἀνάξια ἑαυτῶν ποιοῦσιν ὡς καὶ ἀσφαλέστερον
26.5
ἀπʼ αὐτῶν βιωσόμενοι· κἀκ τούτου ἐκεῖνοι μὲν ἐλεοῦνται ὡς καὶ αὐτὸ τοῦτο ἀδικούμενοι, τὸ μὴ δοκεῖν ἐξεῖναί σφισιν ὀρθῶς ζῆν, τῷ δʼ ἄρχοντι αὐτῶν καὶ ζημία ἅμα ἀγαθῶν ἀνδρῶν στερομένῳ καὶ κακοδοξία τῆς αἰτιάσεως συμβαίνει. μήτʼ οὖν περιίδῃς ποτὲ τοῦτο πραχθέν, μήτʼ αὖ δείσῃς ὅτι τραφείς τέ τις καὶ παιδευθεὶς ὡς ἐγὼ
26.6
λέγω le/gw R. Steph., le/gwn *wM. νεώτερόν τι τολμήσει. πᾶν γὰρ τοὐναντίον τούς τε ἀμαθεῖς καὶ τοὺς ἀσελγεῖς ὑποτοπεῖν δεῖ· dei= M, dh\ V. οἱ μὲν γὰρ τοιοῦτοι πάντα ἁπλῶς καὶ τὰ αἴσχιστα καὶ τὰ δεινότατα, πρῶτον μὲν ἐς σφᾶς αὐτοὺς ἔπειτα δὲ καὶ ἐς τοὺς ἄλλους, ῥᾳδίως ποιεῖν προάγονται, οἱ δὲ δὴ καλῶς τραφέντες τε καὶ παιδευθέντες οὔτʼ ἄλλον τινὰ ἀδικεῖν προαιροῦνται, καὶ πάντων ἥκιστα τὸν τῆς τε τροφῆς καὶ τῆς παιδείας
26.7
αὐτῶν ἐπιμεληθέντα. ἂν δʼ οὖν τις καὶ κακὸς καὶ ἀχάριστος γένηται, μηδὲν αὐτῷ τοιοῦτον ἐπιτρέψῃς ἐξ οὗ δεινόν τι δρᾶσαι δυνήσεται· κἄν γε καὶ ὣς νεοχμώσῃ τι, καὶ ἐλεγχθήτω καὶ κολασθήτω. μὴ γὰρ δὴ φοβηθῇς ὅτι σὲ αἰτιάσεταί τις ἐπὶ τούτῳ, ἄν γε πάνθʼ ὅσα εἴρηκα πράττῃς.