Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

3.1 εἰληφέναι δοκεῖ. τούτου δὲ δὴ οὕτως ἔχοντος, οὐδὲν ἂν ἧττον ἐπικαλέσειέ τις ἡμῖν καὶ εἰ μηδὲν τοιοῦτον ἀπὸ πρώτης ἐνθυμηθέντες ἔπειτα νῦν ἐπιθυμήσαιμεν αὐτοῦ. τὸ γάρ τοι τῶν τε παρόντων νικᾶσθαι καὶ μήτε ἑαυτοὺς κατέχειν τοῖς τε παρὰ τῆς τύχης δοθεῖσι μὴ καλῶς χρῆσθαι πολὺ
3.2 χεῖρόν ἐστι τοῦ ἐκ κακοπραγίας ἀδικεῖν τινα· οἱ μὲν γὰρ ὑπʼ αὐτῶν τῶν συμφορῶν πολλάκις ἀναγκάζονται πρὸς τὴν τοῦ συμφέροντός σφισι χρείαν καὶ ἄκοντες πλημμελεῖν, οἱ δʼ ἐθελονταὶ ἀκράτορες ἑαυτῶν καὶ παρὰ τὸ λυσιτελοῦν γίγνονται. τοὺς δὲ δὴ μήθʼ ἁπλότητά τινα ἐν τῇ ψυχῇ ἔχοντας μήτε τὰ δοθέντα σφίσιν ἀγαθὰ μετριάσαι δυναμένους πῶς ἂν τις προσδοκήσειεν ἤτοι τῶν ἄλλων καλῶς ἡγεμονεύσειν ἢ ταῖς
3.3 συμφοραῖς ὀρθῶς χρήσεσθαι; ὡς οὖν μηδέτερον αὐτῶν πεπονθότες, μηδʼ ἀλόγως τι πρᾶξαι ἐπιθυμοῦντες, ἀλλʼ ὅ τι ποτʼ ἂν βουλευσαμένοις ἡμῖν ἄριστον φανῇ τοῦθʼ αἱρησόμενοι, τὴν διάγνωσιν αὐτοῦ ποιησώμεθα. λέξω δὲ μετὰ παρρησίας· οὔτε γὰρ αὐτὸς ἄλλως ἄν τι εἰπεῖν δυναίμην, οὔτε σοὶ σύνοιδα τὰ ψευδῆ μετὰ κολακείας ἡδέως ἀκούοντι.
4.1 ἡ μὲν τοίνυν ἰσονομία τό τε πρόσρημα εὐώνυμον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήν τε γὰρ φύσιν τὴν αὐτήν τινας εἰληχότας καὶ ὁμοφύλους ἀλλήλοις ὄντας, ἔν τε τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους,
4.2 καὶ κοινὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρῆσιν τῇ πατρίδι παρέχοντας, πῶς μὲν οὐ δίκαιον καὶ τἆλλα πάντα κοινοῦσθαι, πῶς δʼ οὐκ ἄριστον ἐν μηδενὶ πλὴν ἀπʼ ἀρετῆς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme