Book 52
24.4
τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιούτωσαν, ἵνα ἀπροφασίστως σφίσι χρῆσθαι, ἅτε καὶ κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνωνται· τῶν δʼ ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἱ ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους ἔχοντες, καὶ προσέτι καὶ τῶν Καισαρείων *kaisarei/wn H. Steph., kaisari/wn *wM. τῶν τε ἐν τῇ θεραπείᾳ σου ὄντων καὶ τῶν ἄλλων
24.5
τῶν λόγου τινὸς ἀξίων. ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὐτοῖς διάγειν ἔσται, dia/gein e)/stai Bs., diagi/nesqai *wM. ἵνα μὴ καὶ πλείω πράγματα ὧν καλῶς φέρειν δυνήσονται ἐπιταχθέντες ἄσχολοι πρὸς τὰ ἀναγκαῖα ἢ καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστασθαι γένωνται.
24.6
καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που καὶ ὁ πολίαρχος ὅ θʼ ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτωσαν· νυκτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆς τε ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκ τε τῶν ἱππέων τῶν πρώτων μετʼ ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀποδεικνύσθωσαν, καθάπερ οἱ ἐκ τοῦ βουλευτικοῦ
25.1
προχειριζόμενοι. τάς τε διοικήσεις τῶν χρημάτων, τῶν τε τοῦ δήμου καὶ τῶν τῆς ἀρχῆς λέγω, καὶ τὰς ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ καὶ τὰς
25.2
ἔξω πάσας οἱ ἱππῆς i(pph=s M (i(pph=is', i(ppei=s V. διαχειριζέτωσαν, καὶ μισθὸν οὗτοί τε καὶ οἱ ἄλλοι πάντες οἱ ἐκ τοῦ αὐτοῦ τέλους διοικοῦντές τι, οἱ μὲν πλείονα οἱ δὲ ἐλάττονα, e)la/ttona R. Steph., to\n e)la/ttona *wM. πρός τε τὸ ἀξίωμα καὶ πρὸς τὸ μέγεθος τῆς