Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

18.6 ἀρκεῖ. μὴ μέντοι μηδὲ δείσῃς ὅτι οὐχὶ καὶ ἀσφαλέστατα ἐν αὐτῇ βιώσῃ καὶ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν ἀπολαύσεις, ἄν γε ἐθελήσῃς αὐτὴν ὡς παραινέσω σοι διοικῆσαι. καί με μὴ νομίσῃς ἀπαρτᾶν a)parta=n L', a)panta=n V. ἀπὸ τῆς παρούσης ὑποθέσεως τὸν λόγον, ἂν ἐπὶ πλεῖόν σοι περὶ αὐτῆς διαλεχθῶ·
18.7 οὐ γάρ που καὶ ὑπʼ ἀδολεσχίας τινὸς ἄλλως τοῦτο ποιήσω, ἀλλʼ ἵνα ἀκριβῶς καταμάθῃς ὅτι καὶ δυνατὸν καὶ ῥᾴδιον τῷ γε ἔμφρονι τὸ καὶ καλῶς καὶ ἀκινδύνως ἄρξαι ἐστί.
19.1 φημὶ τοίνυν χρῆναί σε κατὰ πρώτας εὐθὺς τὸ βουλευτικὸν πᾶν καὶ φυλοκρινῆσαι fulokrinh=sai *w, filokrinh=sai L'. καὶ διαλέξαι, ἐπειδή τινες οὐκ ἐπιτήδειοι διὰ τὰς στάσεις βεβουλεύκασι, καὶ τοὺς μὲν ἀρετήν τινα αὐτῶν ἔχοντας κατασχεῖν, τοὺς δὲ λοιποὺς ἀπαλεῖψαι.
19.2 μὴ μέντοι καὶ διὰ πενίαν τινὰ ἀγαθόν γε ἄνδρα ὄντα ἀπαλλάξῃς, ἀλλὰ καὶ χρήματα αὐτῷ τὰ ἀναγκαῖα δός. ἀντὶ δὲ δὴ τῶν ἄλλων τούς τε γενναιοτάτους καὶ τοὺς ἀρίστους τούς τε πλουσιωτάτους ἀντεσάγαγε, μὴ μόνον ἐκ τῆς Ἰταλίας ἀλλὰ καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων
19.3 ἐπιλεξάμενος· οὕτω γὰρ σύ τε πολλοῖς συνεργοῖς χρήσῃ, καὶ τοὺς κορυφαίους ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν ἀσφαλεῖ ποιήσῃ, καὶ οὔτε ἐκεῖνα νεοχμώσει τι μηδένα ἐλλόγιμον προστάτην ἔχοντα, καὶ οἱ πρωτεύοντες παρʼ αὐτοῖς φιλήσουσί σε ἅτε καὶ κοινωνοί σοι τῆς ἀρχῆς γεγονότες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme