Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

18.2 πράγματα ταῦτα προήχθης; ὥστε εἴπερ w(/ste ei)/per R. Steph., w(/sper *wL'. τι αἰτίαμα αὐτῆς ἐστι, τοῖς τοῦ πατρός σου σφαγεῦσι δικαιότατα ἄν τις αὐτὸ ἐγκαλέσειεν· εἰ γὰρ ἐκεῖνοι μήτʼ ἀδίκως μήτʼ οἰκτρῶς οὕτως αὐτὸν ἀπεκτόνεσαν, οὔτʼ ἂν τὰ ὅπλα ἀντήρω, οὔτʼ ἂν τὰ στρατεύματα συνελέξω, οὔτʼ ἂν a)\n supplied by St. Ἀντωνίῳ καὶ Λεπίδῳ συνέθου, οὔτʼ ἂν αὐτοὺς ἐκείνους ἠμύνω.
18.3 καὶ ὅτι μὲν ὀρθῶς καὶ δικαίως πάντα ταῦτʼ ἐποίησας, οὐδεὶς ἀγνοεῖ· εἰ δʼ οὖν τι καὶ πεπλημμέληται, ἀλλʼ οὔτι ou)/ti Dind., ou)/ toi *wL'. καὶ μεταθέσθαι ἔτʼ ἀσφαλῶς δυνάμεθα. ὥστε καὶ ἡμῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως πεισθῶμεν τῇ τύχῃ τῇ τὴν μοναρχίαν σοι
18.4 διδούσῃ. καὶ χάριν γε μεγάλην αὐτῇ ἔχωμεν, ὅτι μὴ μόνον τῶν κακῶν τῶν ἐμφυλίων ἀπέλυσεν a)pe/lusen Bk., a)ne/plhsen *wL'. ἡμᾶς, ἀλλὰ καὶ τὴν κατάστασιν τῆς πολιτείας ἐπὶ σοὶ πεποίηται, ἵνʼ ἐπιμεληθεὶς αὐτῆς ὥσπερ προσήκει, δείξῃς ἅπασιν ἀνθρώποις ὅτι ἐκεῖνα μὲν ἄλλοι καὶ ἐτάραξαν καὶ ἐκακούργησαν, σὺ δὲ δὴ χρηστὸς εἶ.
18.5 καὶ μή μοι τὸ μέγεθος τῆς ἀρχῆς φοβηθῇς. ὅσῳ τε γὰρ πλείων plei/wn *w, plei=on L'. ὑπάρχει, τόσῳ πλείω καὶ τὰ σώζοντα ἔχει, καὶ μακρῷ τὸ φυλάξαι τι τοῦ κτήσασθαι ῥᾷόν ἐστι· πρὸς μὲν γὰρ τὸ τἀλλότρια προσποιήσασθαι καὶ πόνων καὶ κινδύνων δεῖ, πρὸς δὲ τὸ τὰ ὑπάρχοντα σῶσαι βραχεῖα φροντὶς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme