Book 52
2.4
αὐτήν, κἂν μὴ λυσιτελοῦσα ᾖ. εἰ δὲ μή, δόξομεν do/comen R. Steph., do/cwmen *wM. ἤτοι τῆς τε εὐπραγίας ἡττῆσθαι καὶ ὑπὸ τῶν κατωρθωμένων ἐκπεφρονηκέναι, ἢ καὶ πάλαι αὐτῆς ἐφιέμενοι τόν to\n M, to\ V. τε πατέρα καὶ τὴν ἐς αὐτὸν εὐσέβειαν ἐσκῆφθαι καὶ τὸν δῆμον τήν τε γερουσίαν προβεβλῆσθαι, οὐχ ἵνα αὐτοὺς τῶν ἐπιβουλευσάντων σφίσιν ἀπαλλάξωμεν, ἀλλʼ ἵνα
2.5
ἑαυτοῖς δουλωσώμεθα. ἑκάτερον δὲ ὑπαίτιον. τίς μὲν γὰρ οὐκ ἂν a)\n supplied by St. ἀγανακτήσειεν ἄλλα μὲν ὁρῶν ἡμὰς εἰρηκότας, ἄλλα δὲ αἰσθανόμενος πεφρονηκότας; πῶς δʼ οὐκ ἂν μᾶλλον νῦν μισήσειεν ἡμᾶς ἢ εἰ κατʼ ἀρχὰς εὐθὺς τήν τε ἐπιθυμίαν ἀπεγυμνώσαμεν καὶ ἐπὶ τὴν μοναρχίαν ἄντικρυς
2.6
ὡρμήσαμεν; τὸ μὲν γὰρ βίαιόν τι τολμᾶν προσήκειν πως τῇ τῶν ἀνθρώπων φύσει, κἂν πλεονεκτικὸν εἶναι δοκῇ, πεπίστευται· πᾶς γὰρ ὁ προφέρων ἔν τινι πλέον ἀξιοῖ τοῦ καταδεεστέρου ἔχειν, καὶ κατορθώσας τέ τι ἐς τὴν τῆς ψυχῆς yuxh=s Rk., tu/xhs *wM. ἰσχὺν ἀναφέρεται, καὶ διαμαρτών τινος τῇ τοῦ
2.7
δαιμονίου φορᾷ προστίθεται. ὁ δὲ ἐξ ἐπιβουλῆς καὶ κακουργίας τοιοῦτό τι ποιῶν πρῶτον μὲν δολερὸς καὶ σκολιὸς καὶ κακοήθης καὶ κακότροπος εἶναι νομίζεται, ἅπερ εὖ οἶδʼ ὅτι περὶ σοῦ οὐδένα ἂν ὑπομείνειας εἰπεῖν ἢ φρονῆσαι, οὐδʼ εἰ πάσης ἐκ τούτου τῆς οἰκουμένης ἄρξειας· ἔπειτα δὲ καὶ κατορθώσας ἄδικον τὴν πλεονεξίαν πεποιῆσθαι καὶ σφαλεὶς δικαίαν τὴν κακοπραγίαν