Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

13.2 δεινὸν μετὰ κακοδοξίας πάθοις. τεκμήριον δέ, Μάριος μὲν καὶ Σύλλας καὶ Μέτελλος, καὶ Πομπήιος τὸ πρῶτον, ἐν κράτει τῶν πραγμάτων γενόμενοι οὔτʼ ἠθέλησαν δυναστεῦσαι οὔτʼ ἔπαθον παρὰ τοῦτο δεινὸν οὐδέν· Κίννας δὲ δὴ καὶ Στράβων, ὅ τε Μάριος ὁ ἕτερος καὶ ὁ Σερτώριος, ὅ τε Πομπήιος αὐτὸς μετὰ ταῦτα, τῆς δυναστείας ἐπιθυμήσαντες
13.3 κακῶς ἀπώλοντο. δυσχερὲς γάρ ἐστι τὴν πόλιν ταύτην, τοσούτοις τε ἔτεσι δεδημοκρατημένην καὶ τοσούτων ἀνθρώπων ἄρχουσαν, δουλεῦσαί τινι ἐθελῆσαι. καὶ ἀκούεις μὲν ὅτι τὸν Κάμιλλον ὑπερώρισαν, ἐπειδὴ λευκοῖς ἵπποις
13.4 ἐς τὰ ἐπινίκια ἐχρήσατο, ἀκούεις δὲ ὅτι τὸν Σκιπίωνα κατέλυσαν, ἐπειδή τινα πλεονεξίαν αὐτοῦ κατέγνωσαν, μέμνησαι δὲ ὅπως τῷ πατρί σου προσηνέχθησαν, ὅτι τινὰ ὑποψίαν ἐς αὐτὸν μοναρχίας ἔσχον. καίτοι τούτων μὲν ἀμείνους ἄνδρες οὐδένες ἄλλοι γεγόνασιν.
13.5 οὐ μέντοι καὶ ἁπλῶς οὕτω συμβουλεύω σοι τὴν ἀρχὴν ἀφεῖναι, ἀλλὰ πάντα τὰ συμφέροντα τῷ δημοσίῳ προπρᾶξαι καὶ δόγμασι καὶ νόμοις ἃ προσήκει κατακλεῖσαι, καθάπερ που καὶ ὁ Σύλλας ἐποίησε· καὶ γὰρ εἴ τινα αὐτῶν μετὰ ταῦτα ἀνετράπη, ἀλλὰ τά γε πλείω καὶ μείζω διαμένει.
13.6 καὶ μὴ εἴπῃς ὅτι καὶ ὣς στασιάσουσί τινες, ἵνα μὴ καὶ ἐγὼ αὖθις εἴπω ὅτι πολλῷ μᾶλλον οὐκ ἂν ἀνάσχοιντο μοναρχούμενοι. ὡς εἴγε πάνθʼ ὅσα ἐνδέχεταί τισι συνενεχθῆναι προσκοποίμεθα, ἀλογώτατα ἂν τὰς διχοστασίας τὰς ἐκ τῆς δημοκρατίας συμβαινούσας φοβηθείημεν ἂν μᾶλλον ἢ τὰς τυραννίδας τὰς ἐκ τῆς μοναρχίας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme