Book 52
12.1
δώσειν τὴν δὲ ἐξ ἐκείνων ἀηδίαν αὐτὸν ἕξειν, ἔπειτα δʼ οὐδʼ ἁπλοῦν, ὥς τις οἴεται. οὔτε γὰρ ἂν πᾶσι τοῖς δεομένοις τινὸς ἐπαρκέσειέ τις. οἱ μὲν γὰρ ἀξιοῦντές τι παρʼ αὐτοῦ λαμβάνειν πάντες ὡς εἰπεῖν εἰσιν ἄνθρωποι, κἂν μηδεμία
12.2
εὐθὺς εὐεργεσία αὐτοῖς ὀφείληται· πᾶς γάρ τις φύσει καὶ αὐτὸς ἑαυτῷ ἀρέσκει, κἀγαθόν τι ἐπαυρέσθαι παρὰ τοῦ δοῦναι δυναμένου βούλεται· ἃ δὲ ἐνδέχεται αὐτοῖς δίδοσθαι (τιμάς τε καὶ ἀρχὰς λέγω, καὶ ἔστιν ὅτε καὶ χρήματἀ πάνυ ἂν εὐαρίθμητα ὡς πρὸς τοσοῦτο πλῆθος εὑρεθείη. τούτου τε οὕτως ἔχοντος ἔχθος ἂν αὐτῷ παρὰ τῶν διαμαρτανόντων ὧν χρῄζουσι μᾶλλον ἢ φιλία παρὰ τῶν τυγχανόντων ὑπάρξειεν.
12.3
οἱ μὲν γάρ, ὡς καὶ ὀφειλόμενόν τι λαμβάνοντες, οὔτʼ ἄλλως μεγάλην οἴονται δεῖν τῷ διδόντι αὐτὸ au)to\ L', au)tw= V. χάριν ἔχειν ἅτε μηδὲν παρὰ δόξαν εὑρισκόμενοι, καὶ προσέτι καὶ ὀκνοῦσι τοῦτο ποιεῖν, ἵνα μὴ καὶ ἀναξίους ἐν τούτῳ σφᾶς τοῦ
12.4
καλῶς πάσχειν ἀποφήνωσιν· a)pofh/nwsin St., a)pofanou=sin *wL'. οἱ δὲ ὧν ἐλπίζουσιν ἀτυχοῦντες λυποῦνται κατʼ ἀμφότερα, τοῦτο μὲν ὡς οἰκείου τινὸς στερισκόμενοι (πάντες γὰρ ἔχειν ἤδη νομίζουσιν ὧν ἂν ἐπιθυμήσωσἰ, τοῦτο δὲ ὡς καὶ αὐτοὶ au)toi\ L', e(autoi\ V. ἑαυτῶν ἀδικίαν τινὰ καταγιγνώσκοντες, ἂν ῥᾳδίως ἐπὶ τῷ μὴ τυχεῖν