Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

10.4 τῶν θεραπευόντων. οἵ τε γὰρ πολὺ δυνάμενοι πολλὰ πράγματα ἔχουσι, καὶ οἱ συχνὰ κεκτημένοι συχνὰ ἀναλίσκειν ἀναγκάζονται, τά τε πλήθη τῶν δορυφόρων διὰ τὰ πλήθη τῶν ἐπιβουλευόντων ἀθροίζεται, καὶ οἱ κολακεύοντες ἐπιτρίψειαν ἄν τινα μᾶλλον ἢ σώσειαν. e)pitri/yeian sw/seian Dind., e)pitri/yaien sw/saien *wL'. ὥσθʼ ἕνεκα μὲν τούτων οὐδʼ ἂν εἷς εὖ φρονῶν αὐταρχῆσαι
11.1 ἐπιθυμήσειεν· εἰ δʼ ὅτι καὶ πλουτίζειν καὶ σώζειν τινὰς ἄλλα τε πολλὰ καὶ ἀγαθὰ δρᾶν οἱ τοιοῦτοι δύνανται, καὶ νὴ Δία καὶ ὑβρίζειν σφίσι καὶ κακῶς ποιεῖν ὃν ἂν ἐθελήσωσιν ἔξεστιν, ἀξίαν τις διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα εἶναι νομίζει,
11.2 τοῦ παντὸς ἁμαρτάνει. τὸ μὲν γὰρ ἀσελγαίνειν καὶ κακόν τι ποιεῖν οὔθʼ ὡς αἰσχρὰ οὔθʼ ὡς σφαλερὰ καὶ μεμισημένα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἐστί, δέομαί σοι λέγειν· οὔτε γὰρ ἄλλως τοιοῦτος εἶ, οὔτʼ ἂν διὰ ταῦτα μοναρχῆσαι ἕλοιο. προῄρημαί τε ἐγὼ νῦν οὐ πάνθʼ ὅσα ἄν τις κακῶς τὸ πρᾶγμα μεταχειριζόμενος ἐξεργάσαιτο εἰπεῖν, ἀλλʼ ὅσα καὶ οἱ πάνυ ἄριστα αὐτῷ χρώμενοι καὶ
11.3 ποιεῖν καὶ πάσχειν ἀναγκάζονται. τὸ δʼ ἕτερον, τό τινα ἀφθόνως εὐεργετεῖν ἔχειν, ἀξιοσπούδαστον μέν, ἀλλʼ ἐν μὲν ἰδιώτῃ γιγνόμενον καὶ καλὸν καὶ σεμνὸν καὶ εὐκλεὲς καὶ ἀσφαλές ἐστιν, ἐν δὲ δὴ ταῖς μοναρχίαις πρῶτον μὲν οὐκ ἀνταξιον τῶν ἄλλων τῶν ἀτοπωτέρων, ὥστε τινὰ διὰ τοῦτο καὶ ἐκεῖνα dia\ tou=to kai\ e)kei=na Bk., di' e)kei=na kai\ tou=to *wL'. ἑλέσθαι, ἄλλως τε καὶ μέλλοντα τὴν μὲν ἐκ τούτου ἀπόλαυσιν ἑτέροις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme