Book 51
5.5
αὐτῆς ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκ τε τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων καὶ θείων, μηδενὸς μηδὲ τῶν πάνυ ἀβάτων ἱερῶν φειδομένη, ἤθροιζε, δυνάμεις τε ἐξηρτύετο καὶ συμμαχίας περιεσκόπει, τόν τε Ἀρμένιον ἀποκτείνασα τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντί σφισι διὰ τοῦτ̔,
5.6
ἔπεμψεν. Ἀντώνιος δὲ ἔπλευσε μὲν ἐς τὴν Λιβύην πρός τε Πινάριον Σκάρπον καὶ πρὸς τὸ στράτευμα τὸ μετʼ αὐτοῦ ἐπὶ τῇ τῆς Αἰγύπτου φυλακῇ ἐνταῦθα προσυνειλεγμένον· ἐπεὶ δʼ οὔτε προσδέξεσθαι αὐτὸν ἔφη, e)/fh supplied by Leuncl. καὶ προσέτι καὶ τοὺς προπεμφθέντας ὑπʼ αὐτοῦ ἔσφαξε, τῶν τε στρατιωτῶν ὧν ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφθειρεν, οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν Ἀλεξάνδρειαν μηδὲν περάνας ἐκομίσθη.
6.1
καὶ τά τε ἄλλα ὡς ἐπὶ ταχεῖ πολέμῳ παρεσκευάζοντο, καὶ τοὺς υἱεῖς, Κλεοπάτρα μὲν Καισαρίωνα Ἀντώνιος δὲ Ἄντυλλον, ὃν ἐκ τῆς Φουλουίας γεννηθέντα οἱ εἶχεν, ἐς ἐφήβους ἐσέγραψαν, ἵνʼ οἵ τε Αἰγύπτιοι ὡς καὶ ἀνδρός τινος ἤδη βασιλεύοντός σφων προθυμηθῶσι, καὶ οἱ ἄλλοι προστάτας ἐκείνους, ἄν γέ τι δεινόν σφισι
6.2
συμβῇ, ἔχοντες καρτερήσωσι. καὶ τοῖς μὲν μειρακίοις καὶ τοῦτο αἴτιον τοῦ ὀλέθρου ἐγένετο· οὐδετέρου γὰρ αὐτῶν ὁ Καῖσαρ, ὡς καὶ ἀνδρῶν ὄντων καὶ πρόσχημά τι προστασίας ἐχόντων, ἐφείσατο· ἐκεῖνοι δʼ οὖν παρεσκευάζοντο μὲν ὡς καὶ ἐν τῇ Αἰγύπτῳ καὶ ναυσὶ καὶ πεζῷ πολεμήσοντες,