Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 51

4.3 λαβόμενοι δράσωσι, καὶ διὰ τοῦτʼ Ἀντώνιον μὲν ἄλλοις ἀναζητῆσαι προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰταλίαν ἠπείχθη μεσοῦντος τοῦ χειμῶνος ἐν ᾧ τὸ τέταρτον μετὰ meta\ M, meta tou= V. Μάρκου Κράσσου ἦρχεν· οὗτος γάρ, καίπερ τά τε τοῦ Σέξτου καὶ τὰ τοῦ Ἀντωνίου πράξας, τότε μηδὲ στρατηγήσας συνυπάτευσεν αὐτῷ. ἐλθὼν δὲ ἐς τὸ Βρεντέσιον οὐκέτι
4.4 περαιτέρω προυχώρησεν. ἐπεὶ γὰρ ἥ τε γερουσία πυθομένη τὸν πρόσπλουν αὐτοῦ πᾶσα ἐκεῖσε, πλὴν τῶν τε δημάρχων καὶ στρατηγῶν δύο κατὰ δόγμα καταμεινάντων, ἀπήντησε, καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι, οἱ μὲν κατὰ πρεσβείας οἱ δὲ ἐθελονταί, πολλοὶ συνῆλθον,
4.5 οὐκέτʼ οὐδὲν ὑπʼ οὐδενὸς πρός τε τὴν ἄφιξιν αὐτοῦ καὶ πρὸς τὴν τῶν πλειόνων σπουδὴν ἐνεοχμώθη. καὶ γὰρ ἐκεῖνοι, οἱ μὲν φόβῳ, οἱ δὲ ἐλπίσιν, οἱ δὲ καὶ μετάπεμπτοι, πρὸς pro\s M, e)s V. τὸ Βρεντέσιον ἀφίκοντο· καὶ αὐτῶν ὁ Καῖσαρ τοῖς μὲν ἄλλοις χρήματα ἔδωκε, τοῖς δὲ διὰ παντὸς αὐτῷ συστρατεύσασι
4.6 καὶ γῆν προσκατένειμε. proskate/neime M, proskate/meine V. τοὺς γὰρ δήμους τοὺς ἐν τῇ Ἰταλίᾳ τοὺς τὰ τοῦ Ἀντωνίου φρονήσαντας ἐξοικίσας τοῖς μὲν στρατιώταις τάς τε πόλεις καὶ τὰ χωρία αὐτῶν ἐχαρίσατο, ἐκείνων δὲ δὴ τοῖς μὲν πλείοσι τό τε Δυρράχιον καὶ τοὺς Φιλίππους ἄλλα τε ἐποικεῖν ἀντέδωκε, τοῖς δὲ λοιποῖς ἀργύριον ἀντὶ τῆς χώρας τὸ μὲν ἔνειμε τὸ
4.7 δʼ ὑπέσχετο. συχνὰ μὲν γὰρ καὶ ἐκ τῆς νίκης ἐκτήσατο, πολλῷ δὲ ἔτι πλείω ἀνήλισκε. καὶ διὰ τοῦτο καὶ προέγραψεν ἐν τῷ πρατηρίῳ τά τε ἑαυτοῦ κτήματα καὶ τὰ τῶν ἑταίρων, ἵνα ἄν τε πρίασθαί τι αὐτῶν ἄν τε καὶ ἀντιλαβεῖν τις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme