Book 51
ταῦτα μὲν οὕτως ἐγένετο, χρήματα δὲ πολλὰ μὲν ἐν τῷ βασιλικῷ εὑρέθη (πάντα γὰρ ὡς εἰπεῖν καὶ τὰ ἐκ τῶν ἁγιωτάτων ἱερῶν ἀναθήματα ἡ Κλεοπάτρα ἀνελομένη συνεπλήθυσε τὰ λάφυρα τοῖς Ῥωμαίοις ἄνευ τινὸς οἰκείου αὐτῶν μιάσματος mia/smatos M, bia/smatos V.ʼ,ʼ πολλὰ δὲ καὶ παρʼ ἑκάστου τῶν αἰτιαθέντων
τι ti M, om. V. ἠθροίσθη. καὶ χωρὶς οἱ λοιποὶ πάντες, ὅσοι μηδὲν ἴδιον ἔγκλημα λαβεῖν ἐδύναντο, τὰ δύο μέρη τῶν οὐσιῶν ᾐτήθησαν. h)|th/qhsan R. Steph., h(tth/qhsan *wM. καὶ ἀπʼ αὐτῶν πάντες μὲν οἱ στρατιῶται τὰ ἐποφειλόμενά σφισιν ἐκομίσαντο, οἱ δὲ δὴ καὶ τότε τῷ Καίσαρι συγγενόμενοι πεντήκοντα καὶ διακοσίας δραχμάς, ὥστε
μὴ διαρπάσαι τὴν πόλιν, προσεπέλαβον. τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.
ὁ δʼ οὖν Καῖσαρ ὡς τά τε προειρημένα ἔπραξε, καὶ πόλιν καὶ ἐκεῖ ἐν τῷ τῆς μάχης χωρίῳ συνῴκισε, καὶ τὸ ὄνομα καὶ τὸν ἀγῶνα αὐτῇ ὁμοίως τῇ προτέρᾳ δούς, τάς τε διώρυχας τὰς μὲν ἐξεκάθηρε τὰς δὲ ἐκ καινῆς διώρυξε, καὶ τἆλλα τὰ προσήκοντα προσδιῴκησεν, ἔς τε τὴν Ἀσίαν τὸ ἔθνος διὰ τῆς Συρίας ἦλθε, κἀνταῦθα παρεχείμασε, τά τε τῶν ὑπηκόων ὡς ἕκαστα καὶ τὰ
τῶν Πάρθων ἅμα καθιστάμενος. στασιασάντων γὰρ αὐτῶν καί τινος Τιριδάτου *tirida/tou Dind., teirida/tou *wM (and so just belos'. τῷ Φραάτῃ ἐπαναστάντος, πρότερον μέν, καὶ ἕως ἔτι τὰ τοῦ Ἀντωνίου καὶ μετὰ τὴν ναυμαχίαν ἀνθειστήκει, οὐχ ὅσον οὐ προσέθετό τῳ tw| M, om. V. αὐτῶν συμμαχίαν αἰτησάντων, ἀλλʼ οὐδʼ ἀπεκρίνατο ἄλλο οὐδὲν ἢ ὅτι βουλεύσεται, πρόφασιν μὲν ὡς καὶ περὶ τὴν Αἴγυπτον ἀσχολίαν ἔχων, ἔργῳ δὲ ἵνʼ ἐκτρυχωθεῖεν
ἐν τούτῳ μαχόμενοι πρὸς ἀλλήλους. τότε δὲ ἐπειδὴ ὅ τε Ἀντώνιος ἐτελεύτησε, καὶ ἐκείνων ὁ μὲν Τιριδάτης ἡττηθεὶς ἐς τὴν Συρίαν κατέφυγεν, ὁ δὲ Φραάτης κρατήσας πρέσβεις ἔπεμψε, τούτοις τε φιλικῶς ἐχρημάτισε, καὶ τῷ Τιριδάτῃ βοηθήσειν μὲν οὐχ ὑπέσχετο διαιτᾶσθαι δὲ ἐν τῇ Συρίᾳ ἐπέτρεψεν, υἱόν τέ τινα τοῦ Φραάτου ἐν εὐεργεσίας eu)ergesi/as M, eu)ergesi/a V. μέρει παρʼ αὐτοῦ λαβὼν ἔς τε τὴν Ῥώμην ἀνήγαγε καὶ ἐν ὁμηρείᾳ ἐποιήσατο.
ἐν δὲ τούτῳ καὶ ἔτι πρότερον συχνὰ μὲν καὶ ἐπὶ τῇ τῆς ναυμαχίας νίκῃ οἱ ἐν οἴκῳ Ῥωμαῖοι ἐψηφίσαντο. τά τε γὰρ νικητήρια αὐτῷ, ὡς καὶ τῆς Κλεοπάτρας, καὶ ἁψῖδα τροπαιοφόρον ἔν τε τῷ Βρεντεσίῳ καὶ ἑτέραν ἐν τῇ Ῥωμαίᾳ ἀγορᾷ
ἔδωκαν· τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναι, καὶ ἐς τὴν πόλιν ἐσιόντι αὐτῷ τάς τε ἱερείας τὰς ἀειπαρθένους καὶ τὴν βουλὴν τόν τε δῆμον μετά τε τῶν γυναικῶν καὶ μετὰ τῶν τέκνων ἀπαντῆσαι
ἔγνωσαν. τὰς γὰρ εὐχὰς τάς τε εἰκόνας καὶ τὴν προεδρίαν καὶ τἆλλα τὰ τοιουτότροπα περιττόν ἐστιν ἤδη λέγειν. τὴν μὲν οὖν πρώτην ἐκείνῳ τε te M, om. V. ταῦτʼ ἐψηφίσαντο, καὶ τὰ τοῦ Ἀντωνίου κοσμήματα τὰ μὲν καθεῖλον τὰ δʼ ἀπήλειψαν, τήν τε ἡμέραν ἐν ᾗ ἐγεγέννητο μιαρὰν ἐνόμισαν, καὶ τὸ τοῦ Μάρκου πρόσρημα ἀπεῖπον
μηδενὶ τῶν συγγενῶν αὐτοῦ εἶναι. ὡς μέντοι καὶ τεθνεῶτα αὐτὸν ἐπύθοντο (ἠγγέλθη δὲ τοῦτο Κικέρωνος τοῦ Κικέρωνος παιδὸς ἐν μέρει τοῦ ἔτους ὑπατεύοντοσʼ, τοῦτό τέ τινες ὡς w(s supplied by Bk. οὐκ ἀθεεὶ δὴ συμβὰν ἐλάμβανον, ἐπειδήπερ ὁ πατὴρ αὐτοῦ ὑπὸ τοῦ
Ἀντωνίου ὅτι μάλιστʼ ἐτεθνήκει, καὶ προσεψηφίσαντο τῷ Καίσαρι καὶ στεφάνους καὶ ἱερομηνίας πολλάς, καὶ αὐτῷ καὶ ἕτερα ἐπινίκια ὡς καὶ τῶν Αἰγυπτίων ἀγαγεῖν ἔδοσαν· τὸν γὰρ Ἀντώνιον καὶ τοὺς ἄλλους Ῥωμαίους τοὺς σὺν ἐκείνῳ νικηθέντας οὔτε πρότερον οὔτε τότε, ὡς καὶ ἑορτάζειν
σφᾶς ἐπʼ αὐτοῖς δέον, ὠνόμασαν. τήν τε ἡμέραν ἐν ᾗ ἡ Ἀλεξάνδρεια ἑάλω, ἀγαθήν τε εἶναι καὶ ἐς τὰ ἔπειτα ἔτη ἀρχὴν τῆς ἀπαριθμήσεως αὐτῶν νομίζεσθαι, καὶ τὸν Καίσαρα τήν τε ἐξουσίαν τὴν τῶν δημάρχων διὰ βίου ἔχειν, καὶ τοῖς ἐπιβοωμένοις αὐτὸν καὶ ἐντὸς τοῦ πωμηρίου καὶ ἔξω μέχρις ὀγδόου ἡμισταδίου ἀμύνειν, ὃ μηδενὶ
τῶν δημαρχούντων ἐξῆν, ἔκκλητόν τε δικάζειν, καὶ ψῆφόν τινα αὐτοῦ ἐν πᾶσι τοῖς δικαστηρίοις ὥσπερ Ἀθηνᾶς φέρεσθαι, τούς τε ἱερέας καὶ τὰς ἱερείας ἐν ταῖς ὑπέρ τε τοῦ δήμου καὶ τῆς βουλῆς εὐχαῖς καὶ ὑπὲρ ἐκείνου ὁμοίως εὔχεσθαι, καὶ ἐν τοῖς συσσιτίοις οὐχ ὅτι τοῖς κοινοῖς ἀλλὰ καὶ τοῖς ἰδίοις πάντας αὐτῷ σπένδειν ἐκέλευσαν.
τότε μὲν δὴ ταῦτʼ ἐγνώσθη, ὑπατεύοντος δʼ αὐτοῦ τὸ πέμπτον μετὰ Σέξτου Ἀπουλεΐου τά τε πραχθέντα ὑπʼ αὐτοῦ πάντα ἐν αὐτῇ τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ὅρκοις ἐβεβαιώσαντο, καὶ ἐπειδὴ καὶ τὰ περὶ τῶν Πάρθων γράμματα ἦλθεν, ἔς τε τοὺς ὕμνους αὐτὸν ἐξ ἴσου τοῖς θεοῖς ἐσγράφεσθαι, e)sgra/fesqai M, e)ggra/fesqai V.
καὶ φυλὴν Ἰουλίαν ἐπʼ αὐτοῦ ἐπονομάζεσθαι, τῷ τε στεφάνῳ αὐτὸν τῷ ἐπινικίῳ διὰ πασῶν τῶν πανηγύρεων χρῆσθαι, καὶ τοὺς συννικήσαντάς οἱ βουλευτὰς ἐν περιπορφύροις ἱματίοις
τὴν πομπὴν αὐτῷ συμπέμψαι, τήν τε ἡμέραν ἐν ᾗ ἂν ἐς τὴν πόλιν ἐσέλθῃ θυσίαις τε πανδημεὶ ἀγαλθῆναι καὶ ἱερὰν ἀεὶ ἄγεσθαι, ἱερέας τε αὐτὸν καὶ ὑπὲρ τὸν ἀριθμόν, ὅσους ἂν ἀεὶ ἐθελήσῃ, προαιρεῖσθαι προσκατεστήσαντο· ὅπερ που ἐξ ἐκείνου παραδοθὲν ἐς ἀόριστον ἐπηυξήθη, ὥστε μηδὲν ἔτι χρῆναί με περὶ τοῦ πλήθους
αὐτῶν ἀκριβολογεῖσθαι. ὁ οὖν Καῖσαρ τὰ μὲν ἄλλα πλὴν βραχέων ἐδέξατο, τὸ δὲ δὴ σύμπαντας αὐτῷ τοὺς ἐν τῇ πόλει ὄντας ἀπαντῆσαι παρῃτήσατο ἄντικρυς μὴ γενέσθαι. πλεῖστον δὲ ὅμως ὑπὲρ πάντα τὰ ψηφισθέντα οἱ ὑπερήσθη ὅτι τάς τε πύλας τὰς τοῦ Ἰανοῦ ὡς καὶ πάντων σφίσι τῶν πολέμων παντελῶς πεπαυμένων ἔκλεισαν, καὶ τὸ οἰώνισμα τὸ τῆς Ὑγιείας ἐποίησαν·
καὶ γὰρ τότε διʼ ἅπερ εἶπον διελέλειπτο. ἦσαν μὲν γὰρ ἐν ὅπλοις ἔτι καὶ Τρήουηροι *trh/ouhroi Bs., trhou/roi *wM. Κελτοὺς ἐπαγαγόμενοι καὶ Κάνταβροι *ka/ntabroi R. Steph., a)/ntabroi *wM. καὶ Οὐακκαῖοι καὶ Ἄστυρες· καὶ οὗτοι μὲν ὑπὸ τοῦ Ταύρου τοῦ Στατιλιου, ἐκεῖνοι δὲ ὑπὸ Νωνίου Γάλλου κατεστράφησαν· ἄλλα τε ὡς καθʼ ἑκάστους ταραχώδη συχνὰ ἐγίγνετο· ἀλλʼ ἐπειδὴ μηδὲν μέγα ἀπʼ αὐτῶν συνηνέχθη, οὔτε ἐκεῖνοι τότε πολεμεῖσθαι ἐνόμιζον οὔτε ἐγὼ ἐπιφανές τι ti M., om. V. περὶ αὐτῶν γράψαι ἔχω.
Καῖσαρ δὲ ἐν τούτῳ τά τε ἄλλα ἐχρημάτιζε, καὶ τεμένη τῇ τε Ῥώμῃ καὶ τῷ πατρὶ τῷ Καίσαρι, ἥρωα αὐτὸν Ἰούλιον ὀνομάσας, ἔν τε Ἐφέσῳ καὶ ἐν Νικαίᾳ γενέσθαι ἐφῆκεν· αὗται γὰρ τότε αἱ πόλεις ἔν τε τῇ Ἀσίᾳ καὶ ἐν τῇ Βιθυνίᾳ
προετετίμηντο. καὶ τούτους μὲν τοῖς Ῥωμαίοις τοῖς παρʼ αὐτοῖς ἐποικοῦσι τιμᾶν προσέταξε· τοῖς δὲ δὴ ξένοις, Ἕλληνάς σφας ἐπικαλέσας, ἑαυτῷ τινα, τοῖς μὲν Ἀσιανοῖς ἐν Περγάμῳ τοῖς δὲ Βιθυνοῖς ἐν Νικομηδείᾳ, τεμενίσαι ἐπέτρεψε. καὶ τοῦτʼ ἐκεῖθεν ἀρξάμενον καὶ ἐπʼ ἄλλων αὐτοκρατόρων οὐ μόνον ἐν τοῖς Ἑλληνικοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα τῶν Ῥωμαίων ἀκούει,
ἐγένετο. ἐν γάρ τοι τῷ ἄστει αὐτῷ τῇ τε ἄλλῃ Ἰταλίᾳ οὐκ ἔστιν ὅστις τῶν καὶ ἐφʼ ὁποσονοῦν λόγου τινὸς ἀξίων ἐτόλμησε τοῦτο ποιῆσαι· μεταλλάξασι μέντοι κἀνταῦθα τοῖς ὀρθῶς αὐταρχήσασιν ἄλλαι τε ἰσόθεοι τιμαὶ δίδονται καὶ δὴ καὶ ἡρῷα ποιεῖται.
ταῦτα μὲν ἐν τῷ χειμῶνι ἐγένετο, e)ge/neto *w, e)ge/nonto M. καὶ ἔλαβον καὶ οἱ Περγαμηνοὶ τὸν ἀγῶνα τὸν ἱερὸν ὠνομασμένον
ἐπὶ τῇ τοῦ ναοῦ αὐτοῦ τιμῇ ποιεῖν. τοῦ δὲ δὴ θέρους ἔς τε τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ὁ Καῖσαρ ἐπεραιώθη, καὶ αὐτοῦ ἐς τὴν πόλιν ἐσελθόντος οἵ τε ἄλλοι ἔθυσαν, ὥσπερ εἴρηται, καὶ ὁ ὕπατος Οὐαλέριος Ποτῖτος· ἐκεῖνος μὲν γὰρ καὶ τοῦτο πᾶν τὸ ἔτος, ὥσπερ καὶ τὰ δύο τὰ πρότερα, ὑπάτευσε, τὸν δὲ δὴ Σέξτον ὁ
Ποτῖτος διεδέξατο. οὗτος οὖν δημοσίᾳ καὶ αὐτὸς ὑπέρ τε τοῦ δήμου καὶ ὑπὲρ τῆς βουλῆς ἐπὶ τῇ τοῦ Καίσαρος ἀφίξει ἐβουθύτησεν· ὃ μήπω πρότερον ἐπὶ μηδενὸς ἄλλου ἐγεγόνει. μετὰ δὲ τοῦτο τούς τε ὑποστρατήγους καὶ ἐπῄνεσε
καὶ ἐτίμησεν ὥσπερ εἴθιστο, καὶ τόν τε Ἀγρίππαν ἄλλοις τέ τισι καὶ σημείῳ κυανοειδεῖ ναυκρατητικῷ προσεπεσέμνυνε, καὶ τοῖς στρατιώταις ἔδωκέ τινα· τῷ τε δήμῳ καθʼ ἑκατὸν e(kato\n M, e(auto\n V. δραχμάς, προτέροις μὲν τοῖς ἐς ἄνδρας τελοῦσιν, ἔπειτα δὲ καὶ τοῖς παισὶ διὰ τὸν Μάρκελλον τὸν
ἀδελφιδοῦν, διένειμε. καὶ ἐπί τε τούτοις, καὶ ὅτι παρὰ τῶν πόλεων τῶν ἐν τῇ Ἰταλίᾳ τὸ χρυσίον τὸ τοῖς στεφάνοις προσῆκον οὐκ ἐδέξατο, καὶ ὅτι o(/ti Rk., e)/ti *wM. καὶ πάντα ἃ τε αὐτὸς ὤφειλέ τισιν ἀπέδωκε, καὶ ἃ οἱ ἄλλοι ἐπώφειλον οὐκ ἐσέπραξεν, ὥσπερ εἴρηται, τῶν τε δυσχερῶν πάντων οἱ Ῥωμαῖοι ἐπελάθοντο, καὶ τὰ ἐπινίκια αὐτοῦ ἡδέως ὡς καὶ ἀλλοφύλων ἁπάντων τῶν ἡττηθέντων
ὄντων εἶδον· τοσοῦτον γὰρ τὸ πλῆθος τῶν χρημάτων διὰ πάσης ὁμοίως τῆς πόλεως ἐχώρησεν ὥστε τὰ μὲν κτήματα ἐπιτιμηθῆναι, τὰ δὲ δανείσματα ἀγαπητῶς ἐπὶ δραχμῇ πρότερον ὄντα τότε ἐπὶ τῷ τριτημορίῳ αὐτῆς γενέσθαι. ἑώρτασε δὲ τῇ μὲν πρώτῃ ἡμέρᾳ τά τε τῶν Παννονίων καὶ τὰ τῶν Δελματῶν, τῆς τε Ἰαπυδίας *)iapudi/as Xyl., i)apugi/as *wM. καὶ τῶν προσχώρων σφίσι, sfi/si M, om. V. Κελτῶν τε καὶ Γαλατῶν τινων.
Γάιος γὰρ Καρρίνας τούς τε Μωρίνους καὶ ἄλλους τινὰς συνεπαναστάντας αὐτοῖς ἐχειρώσατο, καὶ τοὺς Σουήβους τὸν to\n Bk., to/n te *wM. Ῥῆνον ἐπὶ πολέμῳ διαβάντας ἀπεώσατο· καὶ διὰ ταῦτα ἤγαγε μὲν καὶ ἐκεῖνος τὰ νικητήρια, καίτοι τοῦ τε πατρὸς αὐτοῦ ὑπὸ τοῦ Σύλλου θανατωθέντος, καὶ αὐτὸς ἄρξαι ποτὲ μετὰ τῶν ἄλλων τῶν ὁμοίων οἱ κωλυθείς, ἤγαγε δὲ καὶ ὁ Καῖσαρ, ἐπειδὴ ἡ ἀναφορὰ τῆς νίκης τῇ αὐτοκράτορι αὐτοῦ ἀρχῇ προσήκουσα
ἦν. ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτα διεωρτάσθη, ἐν δὲ τῇ δευτέρᾳ ἡ πρὸς τῷ Ἀκτίῳ ναυκρατία, κἀν τῇ τρίτῃ ἡ τῆς Αἰγύπτου καταστροφή. ἐπιφανεῖς μὲν δὴ καὶ αἱ ἄλλαι πομπαὶ διὰ τὰ ἀπʼ αὐτῆς λάφυρα ἐγένοντο (τοσαῦτα γὰρ ἠθροίσθη ὥστε πάσαις ἐπαρκέσαἰ, πολυτελεστάτη
δʼ οὖν καὶ ἀξιοπρεπεστάτη αὕτη ἡ Αἰγυπτία. τά τε γὰρ ἄλλα καὶ ἡ Κλεοπάτρα ἐπὶ κλίνης ἐν τῷ τοῦ θανάτου μιμήματι παρεκομίσθη, ὥστε τρόπον τινὰ καὶ ἐκείνην μετά τε τῶν ἄλλων αἰχμαλώτων καὶ μετὰ τοῦ Ἀλεξάνδρου τοῦ καὶ Ἡλίου, τῆς τε Κλεοπάτρας τῆς καὶ Σελήνης, τῶν τέκνων, ὡς
πομπεῖον ὀφθῆναι. μετὰ δὲ δὴ τοῦτο ὁ Καῖσαρ ἐφʼ ἅπασιν αὐτοῖς ἐσελάσας τὰ μὲν ἄλλα κατὰ τὸ νομιζόμενον ἔπραξε, τὸν δὲ δὴ συνύπατον τούς τε λοιποὺς ἄρχοντας περιεῖδε παρὰ τὸ καθεστηκὸς ἐπισπομένους οἱ μετὰ τῶν λοιπῶν βουλευτῶν τῶν συννενικηκότων· εἰώθεσαν γὰρ οἱ μὲν ἡγεῖσθαι οἱ δὲ ἐφέπεσθαι. e)fe/pesqai M, e(/pesqai V.
ἐπεὶ δὲ ταῦτα διετέλεσε, τό τε Ἀθήναιον τὸ Χαλκιδικὸν ὠνομασμένον καὶ τὸ βουλευτήριον τὸ Ἰουλίειον, τὸ ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμῇ γενόμενον, καθιέρωσεν. ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς
ἔοικεν, ὅτι παρʼ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη. καὶ τοῦτο καὶ τῷ τοῦ
Ἰουλίου ἡρῴῳ ὁσιωθέντι τότε ὑπῆρξε· συχνὰ γὰρ καὶ ἐς ἐκεῖνο ἀνετέθη, καὶ ἕτερα τῷ τε Διὶ τῷ Καπιτωλίῳ καὶ τῇ Ἥρᾳ τῇ τε Ἀθηνᾷ ἱερώθη, πάντων τῶν πρότερον ἐνταῦθα ἀνακεῖσθαι δοκούντων ἢ καὶ ἔτι κειμένων ἐκ δόγματος τότε καθαιρεθέντων ὡς καὶ μεμιασμένων. memiasme/nwn v. Herserden, memiamme/nwn *wM. καὶ οὕτως ἡ Κλεοπάτρα καίπερ καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ἐδοξάσθη, ὅτι τά τε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνάκειται καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται.
ἐν δʼ οὖν τῇ τοῦ ἡρῴου ὁσιώσει ἀγῶνές τε παντοδαποὶ ἐγένοντο, καὶ τὴν Τροίαν εὐπατρίδαι παῖδες ἵππευσαν, ἄνδρες τε ἐκ τῶν ὁμείων σφίσιν ἐπί τε κελήτων καὶ ἐπὶ συνωρίδων ἐπί e)pi/ Polak, tw=n *wM. τε τεθρίππων ἀντηγωνίσαντο, Κύιντός τέ τις Οὐιτέλλιος
βουλευτὴς ἐμονομάχησε. καὶ θηρία καὶ βοτὰ ἄλλα τε παμπληθῆ καὶ ῥινόκερως ἵππος τε ποτάμιος, πρῶτον τότε ἐν τῇ Ῥώμῃ ὀφθέντα, ἐσφάγη. καὶ ὁ μὲν ἵππος ὁποῖός ἐστι, πολλοῖς τε εἴρηται καὶ πολὺ πλείοσιν ἑώραται· ὁ δὲ δὴ ῥινόκερως τὰ μὲν ἄλλα ἐλέφαντί πῃ προσέοικε, κέρας δέ τι κατʼ αὐτὴν τὴν ῥῖνα προσέχει, καὶ διὰ
τοῦτο οὕτω κέκληται. ταῦτά τε οὖν ἐσήχθη, καὶ ἀθρόοι πρὸς ἀλλήλους Δακοί τε καὶ Σουῆβοι ἐμαχέσαντο. εἰσὶ δὲ οὗτοι μὲν Κελτοί, ἐκεῖνοι δὲ δὴ Σκύθαι τρόπον τινά· καὶ οἱ μὲν πέραν τοῦ Ῥήνου ὥς γε τἀκριβὲς εἰπεῖν (πολλοὶ γὰρ καὶ ἄλλοι τοῦ τῶν tou= tw=n Pflugk, tou/twn tw=n *w, tou/twn tou= M. Σουήβων ὀνόματος ἀντιποιοῦνταἰ, οἱ δὲ ἐπʼ ἀμφότερα τοῦ Ἴστρου νέμονται,
ἀλλʼ οἱ μὲν ἐπὶ τάδε αὐτοῦ καὶ πρὸς τῇ Τριβαλλικῇ οἰκοῦντες ἔς τε τὸν τῆς Μυσίας νομὸν τελοῦσι καὶ Μυσοί, πλὴν παρὰ τοῖς πάνυ ἐπιχωρίοις, ὀνομάζονται, οἱ δὲ ἐπέκεινα Δακοὶ κέκληνται, εἴτε δὴ Γέται τινὲς εἴτε καὶ Θρᾷκες τοῦ Δακικοῦ γένους τοῦ τὴν Ῥοδόπην ποτὲ ἐνοικήσαντος
ὄντες. οὗτοι οὖν οἱ Δακοὶ ἐπρεσβεύσαντο μὲν πρὸ τοῦ χρόνου τούτου πρὸς τὸν Καίσαρα, ὡς δʼ οὐδενὸς ὧν ἐδέοντο ἔτυχον, ἀπέκλιναν πρὸς τὸν Ἀντώνιον, καὶ ἐκεῖνον μὲν οὐδὲν μέγα ὠφέλησαν στασιάσαντες ἐν ἀλλήλοις, ἁλόντες δὲ ἐκ τούτου τινὲς ἔπειτα τοῖς Σουήβοις συνεβλήθησαν.
ἐγένετο δὲ ἡ θεωρία ἅπασα ἐπὶ πολλάς, ὥσπερ εἰκὸς ἦν, ἡμέρας, οὐδὲ διέλιπε die/lipe Bk., die/leipe *wM. καίτοι kai/toi M, kai/toi kai\ V. τοῦ Καίσαρος ἀρρωστήσαντος, ἀλλὰ καὶ ἀπόντος αὐτοῦ δι’ ἑτέρων ἐποιήθη. καὶ ἐν αὐταῖς οἱ βουλευταὶ μίαν τινὰ ὡς ἕκαστοι ἡμέραν ἐν τοῖς τῶν οἰκιῶν σφων προθύροις εἱστιάθησαν, οὐκ οἶδʼ ὅθεν ἐς τοῦτο προαχθέντες· οὐ γὰρ παραδέδοται.