Book 51
22.9
ἐγένετο δὲ ἡ θεωρία ἅπασα ἐπὶ πολλάς, ὥσπερ εἰκὸς ἦν, ἡμέρας, οὐδὲ διέλιπε die/lipe Bk., die/leipe *wM. καίτοι kai/toi M, kai/toi kai\ V. τοῦ Καίσαρος ἀρρωστήσαντος, ἀλλὰ καὶ ἀπόντος αὐτοῦ δι’ ἑτέρων ἐποιήθη. καὶ ἐν αὐταῖς οἱ βουλευταὶ μίαν τινὰ ὡς ἕκαστοι ἡμέραν ἐν τοῖς τῶν οἰκιῶν σφων προθύροις εἱστιάθησαν, οὐκ οἶδʼ ὅθεν ἐς τοῦτο προαχθέντες· οὐ γὰρ παραδέδοται.
23.1
τότε μὲν δὴ ταῦθʼ οὕτως ἐπράχθη, τοῦ δὲ δὴ Καίσαρος τὸ τέταρτον ἔτι ὑπατεύοντος ὁ Ταῦρος ὁ Στατίλιος θέατρόν τι ἐν τῷ Ἀρείῳ πεδίῳ κυνηγετικὸν λίθινον καὶ ἐξεποίησε τοῖς ἑαυτοῦ τέλεσι καὶ καθιέρωσεν ὁπλομαχίᾳ, καὶ διὰ τοῦτο στρατηγὸν ἕνα παρὰ τοῦ δήμου κατʼ ἔτος αἱρεῖσθαι ἐλάμβανε.
23.2
κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους ἐν οἷς ταῦτʼ ἐγίγνετο, ὁ Κράσσος ὁ Μᾶρκος ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Ἑλλάδα πεμφθεὶς τοῖς τε Δακοῖς καὶ τοῖς toi=s supplied by Bk. Βαστάρναις ἐπολέμησε. καὶ περὶ μὲν ἐκείνων, οἵτινές τέ εἰσι καὶ διὰ τί ἐπολεμώθησαν,
23.3
εἴρηται· Βαστάρναι δὲ Σκύθαι τε ἀκριβῶς νενομίδαται, καὶ τότε τὸν Ἴστρον διαβάντες τήν τε Μυσίαν τὴν κατʼ ἀντιπέρας σφῶν καὶ μετὰ τοῦτο καὶ Τριβαλλοὺς ὁμόρους αὐτῇ ὄντας τούς τε Δαρδάνους ἐν τῇ χώρᾳ τῇ ἐκείνων οἰκοῦντας ἐχειρώσαντο. τέως μὲν οὖν ταῦτʼ ἐποίουν, οὐδέν σφισι πρᾶγμα πρὸς τοὺς Ῥωμαίους