Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 51

1.3 πόλιν τέ τινα ἐν τῷ τοῦ στρατοπέδου τόπῳ, τοὺς μὲν συναγείρας τοὺς δʼ ἀναστήσας τῶν πλησιοχώρων, συνῴκισε, Νικόπολιν ὄνομα αὐτῇ δούς. τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.
1.4 ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δὲ μέρος μέν me/n Bk., e)/n *wM. τι τῶν νεῶν ἐς δίωξιν τοῦ τε Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἔστειλε· καὶ ἐκεῖνοι ἐπεδίωξαν μὲν αὐτούς, ἐπεὶ δʼ οὐκ ἐν καταλήψει e)n katalh/yei R. Steph., e)gkatalh/yei *wM. ἐφαίνοντο, ἀνεχώρησαν· ταῖς δὲ λοιπαῖς τὸ τάφρευμα αὐτῶν, μηδενὸς ἐναντιουμένου διʼ ὀλιγότητα, ἔλαβε, καὶ μετὰ ταῦτα καὶ τὸν λοιπὸν στρατὸν ἐς Μακεδονίαν ἀπιόντα καταλαβὼν ἀμαχεὶ παρεστήσατο.
1.5 ἤδη δὲ καὶ διέφυγον ἄλλοι τε καὶ τῶν πρώτων οἱ μὲν Ῥωμαῖοι πρὸς τὸν Ἀντώνιον, οἱ δʼ ἕτεροι οἱ συμμαχήσαντες αὐτῷ οἴκαδε. οὐ μέντοι γε καὶ ἀντεπολέμησαν οὗτοι γε ἔτι τῷ Καίσαρι, ἀλλὰ καθʼ ἡσυχίαν καὶ ἐκεῖνοι καὶ οἱ δῆμοι πάντες, ὅσοι καὶ πρότερον ἐρρωμάιζον, οἱ μὲν
2.1 εὐθὺς οἱ δὲ καὶ μετὰ τοῦθʼ ὡμολόγησαν. καὶ ὃς τὰς μὲν πόλεις χρημάτων τε ἐσπράξει καὶ τῆς λοιπῆς ἐς τοὺς πολίτας σφῶν ἐν ταῖς ἐκκλησίαις ἐξουσίας παραιρέσει μετῆλθε, τοὺς δὲ δὴ δυνάστας τούς τε βασιλέας τὰ μὲν χωρία, ὅσα παρὰ τοῦ Ἀντωνίου εἰλήφεσαν, πάντας πλὴν τοῦ τε Ἀμύντου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme