Book 50
33.2
καὶ ἄκριτον τοῦ ἀδήλου μέλλησιν, ἀλλʼ ἀποκναισθεῖσα, ἀπό τε τοῦ γυναικείου καὶ ἀπὸ τοῦ Αἰγυπτίου, τῇ τε ἐπὶ πολὺ μετεώρῳ ἀγωνίᾳ καὶ τῇ ἀεὶ ἐφʼ ἑκάτερα περιδεεῖ προσδοκίᾳ αὐτή τε ἐς φυγὴν ἐξαπιναίως ὥρμησε καὶ τοῖς ἄλλοις τοῖς ὑπηκόοις
33.3
σημεῖον ἦρε. καὶ οὕτω τά τε ἱστία αὐτῶν εὐθὺς ἀραμένων καὶ ἐς τὸ πέλαγος ἀφέντων, ἀνέμου τινὸς κατὰ τύχην φοροῦ συμβάντος, νομίσας ὁ Ἀντώνιος οὐχ ὑπὸ τῆς Κλεοπάτρας αὐτοὺς ἐκ παραγγέλσεως ἀλλʼ ὑπὸ δέους ὡς καὶ νενικημένους
33.4
φεύγειν ἐφέσπετό σφισι. γενομένου δὲ τούτου καὶ οἱ λοιποὶ στρατιῶται καὶ ἠθύμησαν καὶ ἐταράχθησαν, καὶ προσαποδρᾶναι prosapodra=nai Rk., pws a)podra=nai *wM. καὶ αὐτοὶ τρόπον τινὰ ἐθελήσαντες οἱ μὲν τὰ ἱστία ᾖρον, h)=|ron Polak, h)/geiron *wM. οἱ δὲ τούς τε πύργους καὶ τὰ ἔπιπλα ἐς τὴν θάλασσαν
33.5
ἐρρίπτουν, ὅπως κουφίσαντες διαφύγωσι. καὶ αὐτοῖς περὶ ταῦτα ἔχουσιν οἱ ἐναντίοι προσπεσόντες (τοὺς γὰρ φεύγοντας, ἅτε καὶ ἄνευ ἱστίων ὄντες καὶ πρὸς τὴν ναυμαχίαν μόνην παρεσκευασμένοι, οὐκ ἐπεδίωξανʼ πολλοὶ polloi\ Bk., polloi/ te *wM. ἑκάστῃ νηὶ καὶ ἕκαθεν καὶ ἐν χρῷ ἐμαχέσαντο, ὥστε καὶ ποικιλώτατον καὶ ὀξύτατον ἀπʼ ἀμφοτέρων ὁμοίως τὸν ἀγῶνα
33.6
γενέσθαι. οἱ μὲν γὰρ τά τε κάτω τῶν νεῶν πάντα πέριξ ἐκακούργουν καὶ τὰς κώπας συνέθραυον τά τε πηδάλια ἀπήραττον, καὶ ἐπαναβαίνοντες ἐπὶ τὰ καταστρώματα τοὺς μὲν κατέσπων ἀντιλαμβανόμενοι a)ntilambano/menoi R. Steph., a)ntikatabano/menoi *wM. τοὺς δὲ ἐώθουν, τοῖς δὲ ἐμάχοντο ἅτε