Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

27.2 ταῦτα γὰρ ἀντʼ ἐκείνων αὐτὸς ἐθελοντὴς ἀνθείλετο, καὶ πάντα τὰ πάτρια σεμνολογήματα ἀπορρίψας εἷς τῶν ἀπὸ Κανώβου κυμβαλιστῶν γέγονε. μὴ μέντοι μηδὲ δείσῃ τις αὐτὸν ὡς καὶ ῥοπὴν τῷ
27.3 πολέμῳ παρέξοντα. ἦν μὲν γὰρ οὐδὲ ἐν τῷ πρὶν ἄξιός τινος, ὥς που σαφῶς ἴστε οἱ περὶ Μούτιναν αὐτοῦ κεκρατηκότες· εἰ δʼ οὖν ποτε καὶ ἐκ τῆς σὺν ἡμῖν h(mi=n *w, u(mi=n M. στρατείας ἀρετήν τινα ἔσχεν, ἀλλʼ εὖ ἴσθʼ ὅτι νῦν πᾶσαν αὐτὴν ἐν τῇ τοῦ βίου μεταβολῇ
27.4 διέφθαρκεν. ἀδύνατον γάρ ἐστι βασιλικῶς τέ τινα τρυφῶντα καὶ γυναικείως θρυπτόμενον ἀνδρῶδές τι φρονῆσαι καὶ πρᾶξαι, διὰ τὸ πᾶσαν ἀνάγκην εἶναι, οἵοις ἄν τις ἐπιτηδεύμασι συνῇ,
27.5 τούτοις αὐτὸν ἐξομοιοῦσθαι. τεκμήριον δέ, ἕνα πόλεμον ἐν παντὶ τούτῳ τῷ χρόνῳ πεπολεμηκὼς καὶ μίαν στρατείαν πεποιημένος παμπόλλους μὲν ἐν ταῖς μάχαις πολίτας ἀπολώλεκεν, αἴσχιστα δὲ ἀπὸ τῶν Πραάσπων ἀποκεχώρηκε, πλείστους
27.6 δὲ καὶ ἐν τῇ φυγῇ προσαποβέβληκεν. ὥστʼ εἰ μὲν γελοίως πως ὀρχεῖσθαι καὶ κορδακίζειν τινὰ ἡμῶν ἐχρῆν, πάντως ἂν ἔλαττον αὐτοῦ ἠνέγκατο (ταῦτα γὰρ μεμελέτηκενʼ· ἐπειδὴ δὲ ὅπλων καὶ μάχης δεῖ, τί τις ἂν αὐτοῦ φοβηθείη ; τὴν ἀκμὴν τοῦ σώματος ; ἀλλὰ παρήβηκε καὶ ἐκτεθήλυνται. e)kteqh/luntai Bk., e)kteqh/lutai *wM. τὴν ῥώμην τῆς γνώμης; ἀλλὰ γυναικίζει

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme