Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

2.4 Νώνιος Βάλβος δημαρχῶν ἐκώλυσεν. ὁ γὰρ Καῖσαρ ὑποτοπήσας τὸ μέλλον ὑπʼ αὐτοῦ γενήσεσθαι, καὶ μήτε περιιδεῖν αὐτὸ μήτʼ αὖ ἐναντιωθεὶς προκατάρχειν τοῦ πολέμου δόξαι ἐθελήσας, τότε μὲν οὔτε ἐς τὸ βουλευτήριον ἐσῆλθεν οὔθʼ ὅλως ἐν τῇ πόλει διῃτήθη, ἀλλά τινα αἰτίαν πλασάμενος ἐξεδήμησε, διά τε ταῦτα καὶ ἵνα κατὰ σχολὴν πρὸς τὰ ἀγγελθέντα οἱ βουλευσάμενος
2.5 τὸ δέον ἐκ πλείονος λογισμοῦ πράξῃ· ὕστερον δὲ ἐπανελθὼν τήν τε γερουσίαν ἤθροισε φρουρὰν τῶν τε στρατιωτῶν καὶ τῶν φίλων ἐγχειρίδια κρύφα ἐχόντων περιβαλόμενος, peribalo/menos H. Steph., periballo/menos LM. καὶ ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἱζήσας, πολλὰ μὲν αὐτόθεν ἐκ τῆς ἕδρας καὶ μέτρια ὑπὲρ ἑαυτοῦ διελέχθη, πολλὰ δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Ἀντωνίου
2.6 κατηγόρησεν. ἐπειδή τε οὔτε ἄλλος τις οὔτʼ ou)/t' Rk., ou)d' LM. αὐτῶν τῶν ὑπάτων οὐδέτερος φθέγξασθαί τι ἐτόλμησεν, ἐκέλευσέ σφας ἐν ῥητῇ ἡμέρᾳ αὖθις συνελθεῖν ὡς καὶ διὰ γραμμάτων τινῶν ἀδικοῦντα τὸν Ἀντώνιον ἐξελέγξων. οἱ οὖν ὕπατοι μήτʼ ἀντειπεῖν αὐτῷ θαρσοῦντες μήτε σιωπῆσαι ὑπομένοντες τῆς τε πόλεως λάθρᾳ προεξεχώρησαν καὶ μετὰ τοῦτο πρὸς τὸν Ἀντώνιον ἀπῆλθον, καί σφισι καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι
2.7 συνεφέσποντο. μαθὼν δὲ τοῦτο ὁ Καῖσαρ ἑκών τε αὐτοὺς ἐκπεπομφέναι ἔφασκεν, ἵνα μὴ καὶ ὡς ἀδικῶν τι ἐγκαταλελεῖφθαι ὑπʼ αὐτῶν δοκῇ, καὶ ἐπιτρέπειν καὶ τοῖς ἄλλοις τοῖς ἐθέλουσι e)qe/lousi R. Steph., qe/lousi LM. πρὸς τὸν Ἀντώνιον μετὰ ἀδείας ἀπᾶραι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme