Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

24.3 θαρσῶ. τὸ γάρ τοι Ῥωμαίους τε ὄντας καὶ τῆς πλείστης καὶ ἀρίστης οἰκουμένης ἄρχοντας καταφρονεῖσθαι καὶ καταπατεῖσθαι πρὸς γυναικὸς Αἰγυπτίας ἀνάξιον μὲν τῶν πατέρων ἡμῶν τῶν τὸν Πύρρον τὸν Φίλιππον τὸν Περσέα τὸν Ἀντίοχον καθελόντων, τῶν τοὺς Νουμαντίνους τοὺς Καρχηδονίους ἀναστησάντων, τῶν τοὺς Κίμβρους ki/mbrous M, ki/mbrous tw=n V.
24.4 τοὺς Ἄμβρονας κατακοψάντων, ἀνάξιον δὲ καὶ ἡμῶν αὐτῶν τῶν τοὺς Γαλάτας κατεστραμμένων, τῶν τοὺς Παννονίους κεχειρωμένων, τῶν μέχρι τοῦ Ἴστρου προκεχωρηκότων, τὸν Ῥῆνον διαβεβηκότων,
24.5 ἐς Βρεττανίαν πεπεραιωμένων. πῶς μὲν γὰρ οὐ μέγα ἂν ἀλγήσειαν πάντες ἐκεῖνοι οἱ τὰ προειρημένα κατειργασμένοι, kateirgasme/noi R. Steph., katergasme/noi *wM. εἰ αἴσθοιντο ἡμᾶς ὀλέθρῳ γυναικὶ gunaiki\ M, om. V. ὑποπεπτωκότας; πῶς δʼ οὐκ ἂν ἡμεῖς μεγάλως ἀσχημονήσαιμεν, εἰ πάντων ἀρετῇ πανταχοῦ περιόντες ἔπειτα τὰς τούτων ὕβρεις
24.6 πρᾴως φέροιμεν, οἵτινες, ὦ Ἡράκλεις, Ἀλεξανδρεῖς τε καὶ Αἰγύπτιοι ὄντες (τί γὰρ ἂν ἄλλο τις αὐτοὺς χεῖρον ἢ ἀληθέστερον εἰπεῖν ἔχοι;ʼ καὶ τὰ μὲν ἑρπετὰ καὶ τἆλλα θηρία ὥσπερ τινὰς θεοὺς θεραπεύοντες, τὰ δὲ σώματα τὰ σφέτερα ἐς δόξαν
24.7 ἀθανασίας ταριχεύοντες, καὶ θρασύνασθαι μὲν προπετέστατοι ἀνδρίσασθαι δὲ ἀσθενέστατοι ὄντες, καὶ τὸ μέγιστον γυναικὶ ἀντʼ ἀνδρὸς δουλεύοντες, ἐτόλμησαν τῶν τε ἡμετέρων ἀγαθῶν ἀντιποιήσασθαι καὶ διʼ ἡμῶν αὐτὰ κατακτήσασθαι, ὥστε σφίσιν ἑκουσίους ἡμᾶς τῆς ὑπαρχούσης ἡμῖν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme