Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

23.1 τοιαῦτά τινα ὁ Ἀντώνιος εἰπὼν πάντας μὲν τοὺς πρώτους τῶν συνόντων οἱ ἐς τὰς ναῦς ἐσεβίβασε, μή τι νεωτερίσωσι καθʼ ἑαυτοὺς γενόμενοι, ὥσπερ ὅ τε Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας
23.2 καὶ ὁπλίτας ἀνεβιβάσατο· ἐπειδὴ γὰρ τῷ τε μεγέθει τῶν τοῦ Καίσαρος νεῶν καὶ τῷ πλήθει τῶν ἐπιβατῶν αὐτοῦ ὁ Σέξτος οὐχ ἥκιστα ἥττητο, τά τε σκάφη κατεσκεύασε πολὺ τῶν ἐναντίων ὑπερέχοντα (τριήρεις μὲν γὰρ ὀλίγας, τετρήρεις δὲ καὶ δεκήρεις καὶ τὰ λοιπὰ τὰ διὰ μέσου πάντα ἐξεποίησἐ
23.3 καὶ ἐπʼ αὐτὰ πύργους τε ὑψηλοὺς ἐπικατεσκεύασε καὶ πλῆθος ἀνθρώπων ἐπανεβίβασεν, ὥστε καθάπερ ἀπὸ τειχῶν αὐτοὺς μάχεσθαι. Καῖσαρ δὲ καθεώρα μὲν τὴν παρασκευὴν αὐτῶν καὶ εὐτρεπίζετο, μαθὼν δὲ δὴ καὶ τὴν διάνοιάν σφων παρὰ τε ἄλλων καὶ παρὰ τοῦ Δελλίου συνήγαγε καὶ αὐτὸς τὸ στράτευμα καὶ ἔλεξεν ὧδε·
24.1 “ὁρῶν, ὦ ἄνδρες στρατιῶται, καὶ ἐξ ὧν ἀκοῇ μεμάθηκα καὶ ἐξ ὧν ἔργῳ πεπείραμαι, τὰ πλεῖστα καὶ μέγιστα τῶν πολεμικῶν, μᾶλλον δὲ πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων, τοῖς τά τε δικαιότερα καὶ τὰ εὐσεβέστερα καὶ φρονοῦσι καὶ πράττουσι κατορθούμενα, τοῦτό που καὶ αὐτὸς οὐχ
24.2 ἥκιστα ἐννοῶ καὶ ὑμῖν παραινῶ προσκοπεῖν. καὶ γὰρ εἰ τὰ ei) ta\ Bk., o(/ti *wM. μάλιστα καὶ πολλὴν καὶ μεγάλην ἰσχύν, ἀφʼ ἧς ἄν τις καὶ τὰ ἧττον δίκαια προελόμενος κρατήσειν ἐλπίσειεν, ἔχομεν, ὅμως πολὺ μᾶλλον ἐπὶ τῇ τοῦ πολέμου ὑποθέσει ἢ ἐπὶ ταύτῃ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme