Book 50
1.4
προσηκούσης κατείλεκτο. Καῖσαρ δὲ ἐκείνῳ ὅτι ἄλλα τε καὶ τὴν Αἴγυπτον μὴ λαχὼν εἶχε, τόν τε Σέξτον ἀπεκτόνει (αὐτὸς γὰρ ἑκὼν πεφεῖσθαι αὐτοῦ ἔλεγἐ, καὶ τὸν Ἀρμένιον ἐξαπατήσας καὶ συλλαβὼν καὶ δήσας πολλὴν τῷ δήμῳ κακοδοξίαν
1.5
προσετέτριπτο· τά τε ἡμίσεα καὶ αὐτὸς τῶν λαφύρων ἀπῄτει, καὶ παρὰ πάντα pa/nta R. Steph., pa/ntas LM. ἐπέφερεν αὐτῷ τήν τε Κλεοπάτραν καὶ τοὺς παῖδας οὓς ἐξ αὐτῆς ἀνῄρητο, τά τε δωρηθέντα σφίσι, καὶ ἐν τοῖς μάλιστα ὅτι τὸν Καισαρίωνα ἐπωνόμαζεν
2.1
οὕτω καὶ ἐς τὸ τοῦ Καίσαρος γένος ἦγε. ταῦτά τε οὖν ἀλλήλοις ἀντενεκάλουν καί πῃ καὶ ἀνταπελογοῦντο, τὰ μὲν ἰδίᾳ σφίσιν ἐπιστέλλοντες, τὰ δὲ καὶ ἐν τῷ κοινῷ λέγων μὲν ὁ Καῖσαρ γράφων δὲ ὁ Ἀντώνιος· πρέσβεις τε ἐπὶ τῇ προφάσει ταύτῃ συνεχῶς ἀνταπέστελλον, a)ntape/stellon St., a)ntepe/stellon LM. ὅπως ὅτι μάλιστα τά τε ἐγκλήματα δικαιότατα ποιεῖσθαι δόξωσι
2.2
καὶ τὰ ἀλλήλων ἅμα κατασκοπῶσι· κἀν τούτῳ καὶ χρήματα ὡς καὶ ἐπʼ ἄλλο τι ἤθροιζον, καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν ὡς καὶ ἐφʼ ἑτέρους τινὰς ἐποιοῦντο, μέχρις οὗ ὅ τε Δομίτιος ὁ Γναῖος καὶ ὁ Σόσσιος ὁ Γάϊος, ἀμφότεροι τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε γὰρ οὐδὲν ἔτʼ ἐπεκρύψαντο, ἀλλʼ ἄντικρυς ἐπολεμώθησαν. ἐπράχθη δὲ ὧδε.
2.3
ὁ μὲν Δομίτιος οὐδὲν φανερῶς, ὥς γε καὶ συμφορῶν πολλῶν πεπειραμένος, ἐνεόχμωσεν· ὁ δὲ δὴ Σόσσιος, οἷα κακῶν ἄπειρος ὤν, πολλὰ μὲν τὸν Ἀντώνιον ἐν αὐτῇ εὐθὺς τῇ νουμηνίᾳ ἐπῄνεσε, πολλὰ δὲ καὶ τὸν Καίσαρα κατέδραμε. κἂν παραχρῆμα ἐπʼ αὐτῷ τι ἐχρημάτισεν, εἰ μὴ