Book 50
15.3
ἐς τὸ θέατρον κατήραξαν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς τοῦ στρατεύματος καὶ ἀθυμίας ἐπʼ αὐτοῖς καὶ ἀρρωστίας ἡ Κλεοπάτρα αὐτή τε ἔδεισε καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι καὶ κρύφα, ἢ καὶ φανερῶς ὡς καὶ φεύγοντες, ἐκπλεῦσαι, μὴ καὶ ἐς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἠθέλησαν, ἀλλʼ ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι, paraskeuazo/menoi Zon., paraskeuaso/menoi *wM. ἵνα ἅμα, ἄν τι ἀνθίστηται, βιάσωνται τὸν ἔκπλουν.
15.4
κἀκ τούτου πρῶτον μὲν τὰ ἄριστα τῶν σκαφῶν, ἐπειδὴ ἐλάττους οἱ ναῦται ἔκ τε τῆς φθορᾶς καὶ ἐκ τῆς αὐτομολίας ἐγεγόνεσαν, ἐπιλεξάμενοι τὰ λοιπὰ κατέπρησαν, ἔπειτα δὲ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως laqrai/ws Reim., la/qrai w(s M, la/qra w(s V. ἐς αὐτὰς ἐσεφόρησαν. ἐπειδή τε ἕτοιμα ἦν, συνεκάλεσεν ὁ Ἀντώνιος τοὺς στρατιώτας καὶ εἶπε τοιάδε·
16.1
“ὅσα μὲν ὑπʼ ἐμοῦ προσῆκον ἦν ἐκπορισθῆναι πρὸς τὸν πόλεμον, πάνθʼ ἱκανῶς, ὦ ἄνδρες στρατιῶται, προπαρεσκεύασται. καὶ γὰρ πλῆθος πολὺ ὑμῶν ἐστι, πᾶν ὅ τι περ ἄνθος καὶ παρὰ τῶν ὑπηκόων καὶ παρὰ τῶν συμμάχων ἐξειλεγμένον· καὶ παντὸς εἴδους μάχης, ὅσα γε καὶ παρʼ ἡμῖν νομίζεται, ἐπὶ τοσοῦτον e)pi\ tosou=ton Bk., kai\ tosou=toi *wM. χειροτέχναι ἐστὲ ὥστε καὶ καθʼ ἑαυτοὺς ἕκαστοι φοβεροὶ τοῖς ἀντιπάλοις
16.2
εἶναι. ὁρᾶτε o(ra=te R. Steph., o(ra=tai *wM. δέ που καὶ αὐτοὶ ὅσον μὲν καὶ οἷον ναυτικὸν ἔχομεν, ὅσους δὲ καὶ οἵους ὁπλίτας ἱππέας σφενδονήτας πελταστὰς τοξότας ἱπποτοξότας· ὧν τὰ μὲν πλείω οὐδʼ ὑπάρχει ἀρχὴν τοῖς ἐναντίοις, ὅσα δὲ κέκτηνται, πολὺ ἐλάττονα