Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

10.5 καταδαμασθῆναι. ἀφʼ οὗπερ καὶ οἱ ἐλεύθεροι οἵ τι χωρίον ἐν τῇ Ἰταλίᾳ κεκτημένοι φοβηθέντες ἡσύχασαν· καὶ γὰρ ἐκείνοις τὸ τέταρτον τῆς ἐπετησίας προσόδου δοῦναι προσετάχθη, μελλήσαντές τε ἐπὶ τούτῳ κινηθήσεσθαι οὐδὲν ἔτι νεοχμῶσαι ἐτόλμησαν, ἀλλʼ ἀμαχεὶ καὶ ἄκοντες αὐτὸ
10.6 συνεσήνεγκαν. ἔδοξε μὲν οὖν διὰ ταῦθʼ ὑπὸ τῶν ἀπελευθέρων τὸ πῦρ ἐξ ἐπιβουλῆς γεγονέναι, οὐ μέντοι ἀλλὰ καὶ αὐτὸ ἐς τὰ πάνυ τέρατα διὰ τὸ τῶν καυθέντων πλῆθος ἐσεγράφη.
11.1 τοιούτων δὴ σημείων προφανέντων σφίσιν οὔτε ἐφοβήθησαν οὔθʼ ἧττόν τι ἐπολέμησαν, ἀλλὰ τὸν μὲν χειμῶνα κατασκοπαῖς τε χρώμενοι καὶ παραλυποῦντες ἀλλήλους διετέλεσαν (ὁ γὰρ Καῖσαρ ἐξανήχθη μὲν ἐκ τοῦ Βρεντεσίου καὶ ἔπλευσε μέχρι τῆς Κερκύρας ὡς καὶ ἀπροσδοκήτοις τοῖς πρὸς τῷ Ἀκτίῳ ὁρμοῦσιν ἐπιθησόμενος, χειμῶνι
11.2 δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησἐ, τοῦ δὲ δὴ ἦρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη (οἵ τε γὰρ τριηρῖται, ἅτε καὶ σύμμικτοι ἐκ παντοδαπῶν ἐθνῶν ὄντες καὶ πόρρω ἀπʼ αὐτοῦ χειμάζοντες, οὔτε τινὰ ἄσκησιν ἐπεποίηντο καὶ νόσῳ αὐτομολίαις
11.3 τε ἠλάττωντο· h)la/ttwnto Zon., h)lattou=nto *wM. καὶ ὁ Ἀγρίππας τήν τε Μεθώνην meqw/nhn *w Zon., moqw/nhn M. ἐκ προσβολῆς λαβὼν καὶ τὸν Βογούαν ἐν αὐτῇ κτείνας, τάς τε κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος,
11.4 ἰσχυρῶς αὐτὸν ἐτάραττενʼ, ὁ δὲ δὴ Καῖσαρ ἐπί τε τούτοις θαρσήσας καὶ βουληθεὶς ὅτι τάχιστα τῇ τοῦ στρατεύματος ὁρμῇ λαμπρῶς ἠσκημένου χρήσασθαι, τόν τε πόλεμον καὶ ἐν τῇ Ἑλλάδι καὶ πρὸς τοῖς ἐκείνου μᾶλλον ἢ ἔν τε τῇ Ἰταλίᾳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme