Book 49
ἐπειδή τε μάτην ἐθρύλουν (ὁ γὰρ Καῖσαρ, ἅτε μηδενὸς ἔτι πολεμίου οἱ παρόντος, ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιεῖτὀ, ἐθορύβουν· καὶ αὐτῷ καὶ προφέροντες πάνθʼ ὅσʼ ἐτεταλαιπώρηντο, καὶ προβάλλοντες εἴ τί που ὑπέσχητό σφισι, πολλὰ ἐπηπείλουν, καὶ ἐνόμιζον καὶ ἄκοντα αὐτὸν καταδουλώσεσθαι.
ἐπεὶ δʼ οὐδὲν ἐπέραινον, τῆς γοῦν στρατείας ὡς καὶ κεκμηκότες ἀφεθῆναι ἠξίουν, θυμῷ καὶ βοῇ ἀπλέτῳ χρώμενοι, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς ἀπαλλαγῆναι (καὶ γὰρ ἤκμαζόν σφων οἱ πλείονεσʼ, ἀλλʼ ὅτι τὸν to\n Rk., to\n me\n LM. πόλεμον τὸν πρὸς τὸν Ἀντώνιόν οἱ ἐσόμενον ὑπετόπουν καὶ διὰ τοῦθʼ ἑαυτοὺς ἀνετίμων· ὧν γὰρ ἀπαιτοῦντες οὐκ ἐτύγχανον, ταῦτʼ ἐγκαταλείψειν αὐτὸν ἀπειλοῦντες
λήψεσθαι προσεδόκων. οὐ μὴν οὐδὲ τοῦτό σφισι προυχώρησεν· ὁ γὰρ Καῖσαρ, εἰ καὶ τὰ μάλιστα τόν τε πόλεμον ἀκριβῶς ᾔδει γενησόμενον καὶ τὰ ἐκείνων βουλήματα σαφῶς συνίει, ἀλλʼ οὔτοι καὶ ὑπεῖξεν αὐτοῖς, νομίζων μηδὲν δεῖν τὸν ἄρχοντα παρὰ γνώμην ὑπὸ τῆς τῶν στρατιωτῶν βίας ποιεῖν, ὡς καὶ ἄλλο τι αὖθίς σφων
διὰ τοῦτο πλεονεκτῆσαι ἐθελησόντων. προσποιησάμενος οὖν εὔλογά τε αὐτοὺς ἀξιοῦν καὶ ἀνθρωπίνων δεῖσθαι, διῆκε πρώτους μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον πρὸς τὴν Μούτ̔??ʼαν στρατεύσαντας αὐτῷ, ἔπειτα δὲ ὡς καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ ἐξ ἐκείνων πάντας τοὺς δέκατον ἔτος ἐν τῇ στρατείᾳ stratei/a| R. Steph., stratia=i LM. ἔχοντας. καὶ ἵνα γε τοὺς λοιποὺς ἐπισχῇ, προσανεῖπεν ὅτι οὐδενὶ ἔτʼ αὐτῶν, οὐδʼ ἂν τὰ μάλιστα
ἐθελήσῃ, χρήσεται. ἀκούσαντες δὲ τοῦτο οὐδὲν ἔτʼ ἐφθέγξαντο, ἀλλὰ καὶ πάνυ προσέχειν αὐτῷ ἤρξαντο, ὅτι τοῖς τε ἀφειμένοις, οὐ πᾶσι, πλὴν τῶν προτέρων, ἀλλὰ τοῖς ἀξιωτάτοις, τά τε ἄλλα ὅσα ὑπέσχητο δώσειν καὶ χώραν νεμεῖν nemei=n Bk., ne/mein LM. ἐπηγγείλατο, καί σφισι πᾶσι μὲν πεντακοσίας δραχμάς, τοῖς δὲ δὴ ναυκρατήσασι καὶ στέφανον ἐλαίας ἔδωκε.
κἀκ τούτου τούς τε ἄλλους πολλὰ ὡς ἑκάστους, καὶ τοὺς ἑκατοντάρχους ὡς καὶ ἐς τὰς βουλὰς αὐτοὺς τὰς ἐν ταῖς πατρίσι καταλέξων, ἐπήλπισε. τοῖς τε ὑποστρατήγοις ἄλλοις τε ἄλλα καὶ τῷ Ἀγρίππᾳ στέφανον χρυσοῦν ἐμβόλοις ἠσκημένον ἐδωρήσατο· ὃ μήτε mh/te Bk., mh/ LM. πρότερον μήτʼ αὖθις ἄλλῳ
τῳ ἐγένετο. καὶ ὅπως γε διὰ παντός, ὁσάκις οἵ τινα ἐπινίκια πέμψαντες τὸν στέφανον τὸν δάφνινον φοροῖεν, foroi=en supplied by Bk. ἐκεῖνος τούτῳ τῷ ναυκρατητικῷ naukrathtikw=| Reim., naukratikw=i LM. χρῷτο, δόγματι ὕστερον ἐβεβαιώθη. οὕτω μὲν τότε τοὺς στρατιώτας κατέστησε· καὶ τὸ μὲν ἀργύριον αὐτοῖς αὐτίκα, τὴν δὲ χώραν οὐ πολλῷ
ὕστερον ἔδωκεν. ἐπειδὴ γὰρ οὐκ ἐξήρκεσεν ἡ ἐν τῷ δημοσίῳ ἔτι τότε οὖσα, προσεξεπρίατο ἄλλην τε καὶ παρὰ Καμπανῶν τῶν ἐν τῇ Καπύῃ οἰκούντων συχνήν (καὶ γὰρ ἐποίκων ἡ πόλις πολλῶν ἐδεῖτὀ, καὶ αὐτοῖς τό τε ὕδωρ τὸ Ἰούλιον ὠνομασμένον, ἐφʼ ᾧ e)f' (??) Reim., u(f' ou(= LM. καὶ τὰ μάλιστα διὰ πάντων ἀγάλλονται, τήν τε χώραν τὴν Κνωσίαν, ἣν καὶ νῦν ἔτι καρποῦνται, ἀντέδωκε.
ταῦτα μὲν οὖν ὕστερον ἐγένετο· τότε δὲ τά τε ἐν τῇ Σικελίᾳ διῴκησε, καὶ τὴν Λιβύην ἑκατέραν ἀμαχεὶ διὰ Στατιλίου Ταύρου παρεστήσατο, τῷ τε Ἀντωνίῳ τὸν ἴσον ἀντὶ τῶν ἀπολομένων νεῶν
ἀριθμὸν ἀντέπεμψε. κἀν τούτῳ τά τε τῶν Τυρσηνῶν στασιάσαντα ἔπειτα ἅμα τῷ τῆς νίκης αὐτοῦ πυθέσθαι κατέστη, καὶ οἱ ἐν τῷ ἄστει ἐπαίνους τε αὐτῷ ὁμοθυμαδὸν καὶ εἰκόνας καὶ προεδρίαν ἁψῖδά τε τροπαιοφόρον, καὶ τὸ ἐφʼ ἵππου i(/ppou L, i(/ppous M. ἐσελάσαι τό τε στεφάνῳ δαφνίνῳ ἀεὶ χρῆσθαι, καὶ τὸ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνενικήκει, ἱερομηνίᾳ ἀιδίῳ οὔσῃ, ἐν τοῦ Διὸς τοῦ Καπιτωλίου μετά τε τῆς γυναικὸς
καὶ μετὰ τῶν tw=n added by Bk. παίδων ἑστιᾶσθαι ἔδωκαν. ταῦτα μὲν εὐθύς σφισι μετὰ τὴν νίκην ἔδοξεν, ἤγγειλαν δὲ αὐτὴν πρῶτον μὲν στρατιώτης τις τῶν ἐν τῇ πόλει τότε ὄντων, κάτοχος ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ θεοῦ δή τινος γενόμενος, καὶ ἄλλα τε πολλὰ καὶ εἰπὼν καὶ πράξας, καὶ τέλος ἔς τε τὸ Καπιτώλιον ἀναδραμὼν καὶ τὸ ξίφος πρὸς τοὺς τοῦ Διὸς πόδας ὡς μηκέτʼ αὐτοῦ χρείας οὔσης θείς, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ παραγενόμενοί τε ἐν αὐτῇ καὶ πεμφθέντες ἐς τὴν Ῥώμην ὑπὸ τοῦ
Καίσαρος. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφίκετο, καί σφας συναγαγὼν ἔξω τοῦ πωμηρίου κατὰ τὰ πάτρια τά τε πεπραγμένα οἱ ἀπελογίσατο a)pelogi/sato Rk., a)pelogh/sato LM. καὶ τῶν ψηφισθέντων τινὰ παρήκατο, τόν τε φόρον τὸν ἐκ τῶν ἀπογραφῶν, καὶ εἰ δή τι ἄλλο ἔτι τῷ δημοσίῳ ἐς τὸν πρὸ τοῦ ἐμφυλίου πολέμου χρόνον ἐπωφείλετο, ἀφῆκε, τέλη τέ τινα κατέλυσε, καὶ τὴν τοῦ Λεπίδου ἱερωσύνην διδομένην οἱ οὐκ ἔλαβεν (οὐδὲ γὰρ ἐξῆν ζῶντά τινα ἀφελέσθαἰ, καὶ ἄλλα πολλὰ αὐτῷ
προσεψηφίσαντο. ἤδη μὲν γάρ τινες διεθρόησαν ὅτι ἐπί τε τῇ τοῦ Ἀντωνίου καὶ ἐπὶ τῇ τοῦ Λεπίδου διαβολῇ, καὶ ὥστε τὴν αἰτίαν τῶν πρότερον ἀδίκως γενομένων ἐς ἐκείνους μόνους ἀπώσασθαι, ταῦθʼ οὕτω τότε ἐμεγαλοφρονήσατο· ἄλλοι δὲ ὅτι, ἐπειδὴ μηδένα τρόπον ἀπολαβεῖν τὰ ὀφειλόμενα ἐδύνατο, χάριν τινὰ ἑαυτοῦ ἀζήμιον τὴν ἐκείνων ἀδυναμίαν
ἐποιήσατο. ἀλλὰ ταῦτα μὲν ἄλλως ἐθρυλεῖτο, τότε δὲ οἰκίαν τε αὐτῷ ἐκ τοῦ δημοσίου δοθῆναι ἔγνωσαν· τὸν γὰρ τόπον ὃν o(\n R. Steph., to\n LM. ἐν τῷ Παλατίῳ, *palati/w| Xyl., stati/wi LM. ὥστʼ οἰκοδομῆσαί τινα, ἐώνητο, ἐδημοσίωσε καὶ τῷ Ἀπόλλωνι ἱέρωσεν, ἐπειδὴ κεραυνὸς ἐς αὐτὸν ἐγκατέσκηψε. τήν τε οὖν οἰκίαν αὐτῷ ἐψηφίσαντο, καὶ τὸ μήτε ἔργῳ μήτε λόγῳ τι ὑβρίζεσθαι·
εἰ δὲ μή, τοῖς αὐτοῖς τὸν τοιοῦτό τι δράσαντα ἐνέχεσθαι οἷσπερ ἐπὶ τῷ δημάρχῳ ἐτέτακτο. καὶ γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων συγκαθέζεσθαί σφισιν ἔλαβε.
τῷ μὲν οὖν Καίσαρι ταῦτα παρὰ τῆς βουλῆς ἐδόθη, αὐτὸς δὲ τόν τε Μεσσάλαν τὸν Οὐαλέριον, ὃν πρότερον ἐν ταῖς προγραφαῖς ἐτεθανατώκει, ἐς τοὺς οἰωνιστὰς ὑπὲρ τὸν ἀριθμὸν ἐσέγραψε, καὶ τοὺς Οὐτικησίους πολίτας ἐποιήσατο, τήν τε ἐσθῆτα τὴν ἁλουργῆ μηδένα ἄλλον ἔξω τῶν βουλευτῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων ἐνδύεσθαι ἐκέλευσεν· ἤδη γάρ τινες καὶ τῶν τυχόντων αὐτῇ ἐχρῶντο.
κἀν τῷ αὐτῷ τούτῳ ἔτει οὔτʼ ἀγορανόμος τις ἀπορίᾳ τῶν αἱρεθησομένων ἐγένετο, ἀλλʼ οἱ στρατηγοὶ οἵ τε δήμαρχοι τὰ προσήκοντα αὐτοῖς ἔπραξαν, οὔτε πολίαρχος ἐς τὰς ἀνοχὰς ἀπεδείχθη, ἀλλʼ ἐκ τῶν στρατηγῶν τινες τὰ ἐπιβάλλοντα αὐτῷ διήγαγον. τά τε ἄλλα τὰ ἐν τῇ πόλει τῇ τε λοιπῇ Ἰταλίᾳ Γάιός τις Μαικήνας, ἀνὴρ ἱππεύς, καὶ τότε καὶ ἔπειτα ἐπὶ πολὺ διῴκησεν.
ὁ δὲ δὴ Σέξτος ἔκ τε τῆς Μεσσήνης ἐξαναχθεὶς καὶ τὴν δίωξιν φοβηθείς, προδοσίαν τέ τινα ἀπὸ τῶν συνακολουθούντων οἱ ἔσεσθαι ὑποτοπήσας, προεῖπε μέν σφισιν ὡς διὰ πελάγους τὸν πλοῦν
ποιησόμενος, ἀποσβέσας δὲ τὸ φῶς ὃ ἐν τοῖς νυκτερινοῖς πλοῖς ploi=s R. Steph., ploi/ois LM. αἱ στρατηγίδες νῆες, ὅπως καὶ αἱ λοιπαὶ κατὰ πόδας αὐτῶν ἐφέπωνται, προδεικνύουσι, παρά τε τὴν Ἰταλίαν παρέπλευσε, καὶ διαβαλὼν diabalw\n Leuncl., dialabw\n LM. ἐπὶ Κέρκυραν *ke/rkuran R. Steph., ko/rkuran LM (here only'. ἐς Κεφαλληνίαν ἐκεῖθεν ἦλθε· κἀνταῦθα καὶ οἱ ἄλλοι κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο.
συγκαλέσας οὖν αὐτοὺς τήν τε σκευὴν τὴν στρατηγικὴν strathgikh\n Zon., stratiwtikh\n LM. ἀπεδύσατο, καὶ εἰπὼν ἄλλα τε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὔτʼ ὠφελίαν τινὰ ἀλλήλοις διαρκῆ παρέξουσιν οὔτε λήσουσι, σκεδασθέντες δὲ ῥᾴω τὴν διάφευξιν ποιήσονται, παρῄνεσέ σφισιν ἰδίᾳ καὶ καθʼ ἑαυτὸν ἑκάστῳ τῆς σωτηρίας προσκοπῆσαι.
κἀκ τούτου πεισθέντων οἱ τῶν πλειόνων, καὶ ἄλλων ἄλλοσε ἀποχωρησάντων, αὐτὸς ἐς τὴν Ἀσίαν μετὰ τῶν λοιπῶν ἐπεραιώθη, γνώμην ἔχων πρὸς τὸν Ἀντώνιον εὐθὺς ὁρμῆσαι. γενόμενος δὲ ἐν Λέσβῳ, καὶ ἐκεῖνόν τε ἐπὶ Μήδους ἐστρατευκέναι καὶ τὸν Καίσαρα καὶ τὸν Λέπιδον πεπολεμῶσθαι μαθών, διενοεῖτο μὲν κατὰ χώραν
χειμάσαι· τῶν δὲ Λεσβίων προθυμότατα αὐτὸν διὰ τὴν τοῦ πατρὸς αὐτοῦ μνήμην καὶ δεξαμένων καὶ κατεχόντων, ἐπειδὴ τόν τε Ἀντώνιον δυστυχήσαντα ἐν τῇ Μηδίᾳ ἐπύθετο καὶ Γάιος Φούρνιος ὁ τῆς Ἀσίας τότε ἄρχων οὐκ εὐνοϊκῶς οἱ ἐχρῆτο,
οὐ κατέμεινεν, ἀλλὰ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξεσθαι, ὅτι τε ἐκ τῆς Σικελίας συχνοὶ πρὸς αὐτὸν ἀφίκοντο καὶ ὅτι καὶ ἕτεροι, οἱ μὲν κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ δόξαν οἱ δὲ καὶ βίου δεόμενοι, συνελέγησαν, τό τε σχῆμα τὸ στρατηγικὸν ἀνέλαβε, καὶ παρεσκευάζετο ὡς καὶ τὴν
περαίαν καταληψόμενος. κἀν τούτῳ τοῦ Ἀντωνίου ἔς τε τὴν φιλίαν ἀποσωθέντος καὶ τὰ πραττόμενα ὑπʼ αὐτοῦ μαθόντος, καὶ τήν τε ἄδειαν αὐτῷ καὶ τὴν εὔνοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου δώσειν, ἀντέγραψε μὲν ὡς καὶ πεισθησόμενός οἱ, οὐ μέντοι καὶ ἐποίησε τοῦτο, ἀλλʼ ἔκ τε τῶν συμφορῶν αὐτοῦ, καὶ ἐπειδὴ πρὸς τὴν Αἴγυπτον αὐτίκα ἀπῆρε, καταφρονήσας τῶν τε παρόντων εἴχετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύετο.
πυθόμενος δὲ ταῦτα ὁ Ἀντώνιος οὐκ ἀνέστρεψεν, ἀλλὰ τό τε ναυτικὸν καὶ τὸν Τίτιον τὸν Μᾶρκον, μεταστάντα τε πρός ἑαυτὸν πρότερον ἀπὸ τοῦ Σέξτου καὶ τότε συνόντα suno/nta R. Steph., cuno/nta LM. οἱ, ἐπʼ αὐτὸν ἔπεμψε. καὶ ὃς προαισθόμενός τε τοῦτο καὶ φοβηθείς (οὐδέπω γὰρ ἱκανῶς παρεσκεύαστὀ ἐξανήχθη, e)canh/xqh Pflugk, e)ch/xqh LM.
καὶ προχωρῶν ᾗ μάλιστα διαφεύξεσθαι ἐδόκει, ἔς τε Νικομήδειαν ἀφίκετο, κἀνταῦθα καταληφθεὶς ἐπεκηρυκεύσατο μὲν αὐτῷ, ἅτε καὶ ἐλπίδα αὐτοῦ ἐκ τῆς εὐεργεσίας ἣν εὐηργέτητο eu)hrge/thto St., eu)erge/thto LM. ἔχων· ὡς δὲ ἐκεῖνος οὐκ ἔφη οἱ σπείσεσθαι ἂν μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν δύναμιν αὐτοῦ προπαραλάβῃ, τῆς τε κατὰ θάλασσαν σωτηρίας ἀπέγνω, καὶ τὰ σκεύη τὰ βαρύτερα ἐς τὰς ναῦς ἐμβαλὼν ταύτας
τε κατέκαυσε καὶ ἐς τὴν μεσόγειαν ὥρμησε. καὶ αὐτὸν ἐπιδιώξαντες ὅ τε Τίτιος καὶ ὁ Φούρνιος ἔν τε Μιδαείῳ τῆς Φρυγίας κατέλαβον καὶ περισχόντες ἐζώγρησαν. μαθὼν δὲ τοῦτο ὁ Ἀντώνιος εὐθὺς μὲν ὑπʼ ὀργῆς ἐπέστειλέ σφισιν ἵνα ἀποθάνῃ, αὖθις δʼ οὐ πολλῷ ὕστερον μετανοήσας ἵνα σωθῇ
L here has a lacuna of eighteen to tsenty letters, M of about thirty-four. The scribe of L' supplied e)/graye before i(/na. τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρότερον φθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανάτου αὐτοῦ γράμματα ὁ Τίτιος λαβών, καὶ νομίσας ὄντως δεύτερα εἶναι, ἢ καὶ γνοὺς μὲν τὴν ἀλήθειαν, οὐκ ἐθελήσας δὲ αὐτῇ πιστεῦσαι, τῇ τάξει τῆς κομιδῆς αὐτῶν ἀλλʼ οὐ τῇ γνώμῃ προσέσχε.
καὶ οὕτως ὅ τε Σέξτος ἐπί τε τοῦ Κορνουφικίου τοῦ Λουκίου καὶ ἐπὶ Σέξτου τινὸς Πομπηίου ὑπάτων ἀπέθανε, καὶ διὰ τοῦτο καὶ ὁ Καῖσαρ ἱπποδρομίαν τε ἐποίησε καὶ τῷ Ἀντωνίῳ ἅρμα τε ἔμπροσθεν τοῦ βήματος καὶ εἰκόνας ἐν τῷ Ὁμονοείῳ ἔστησε, τό τε ἐξουσίαν σύν τε τῇ γυναικὶ καὶ τοῖς τέκνοις ἑστιᾶσθαι ἐνταῦθʼ ἔχειν ἔδωκεν,
ὥσπερ ποτὲ καὶ αὐτῷ ἐψήφιστο· φίλος τε γὰρ ἔτι οἱ εἶναι ἐπλάττετο, καὶ ἐκεῖνόν τε ἐπὶ e)pi\ Pflugk, e)n LM. ταῖς ἀπὸ τῶν Πάρθων συμφοραῖς παρεμυθεῖτο δῆθεν, καὶ ἑαυτοῦ τὸ ἐπίφθονον πρός τε τὴν νίκην καὶ πρὸς τὰ ψηφισθέντα ἐπʼ αὐτῇ ἐξηκεῖτο. e)chkei=to Rk., e)chgei=to LM.
καὶ ὁ μὲν ταῦτα ἔπραττε, τὰ δὲ δὴ τοῦ Ἀντωνίου τῶν τε βαρβάρων ὧδε ἔσχεν. ὁ Οὐεντίδιος ὁ Πούπλιος τὸν Πάκορον στράτευμά τε ἀθροίζειν καὶ ἐς τὴν Συρίαν ἐμβάλλειν μαθὼν ἔδεισεν, ἐπειδὴ μήτε αἱ πόλεις πω καθειστήκεσαν καὶ τὰ στρατόπεδα ἐν τοῖς χειμαδίοις ἔτι διέσπαρτο, καὶ τοιόνδε τι ἔς τε τὴν διατριβὴν αὐτοῦ καὶ ἐς τὴν βραδυτῆτα
τῆς στρατιᾶς ἐποίησε. Χανναῖόν τινα δυνάστην γνωρίμως μὲν καὶ αὐτῷ ἔχοντα, τὰ δὲ δὴ τῶν Πάρθων μᾶλλον φρονοῦντα εἰδώς, τά τε ἄλλα ὡς καὶ πιστότατόν οἱ ὄντα ἐτίμα καὶ σύμβουλον ἔστιν ὧν ἐποιεῖτο, ἐξ ὧν αὐτὸς μὲν οὐδὲν βλαβήσεσθαι, ἐκείνῳ δὲ δὴ πίστιν τοῦ καὶ τὰ ἀπορρητότατα δῆθεν αὐτῷ συνειδέναι παρέξειν ἔμελλεν.
ἐπειδή τε ἐνταῦθα ἦν, φοβεῖσθαί τε ἐπλάσατο μή πως οἱ βάρβαροι τὴν συνήθη σφίσι διάβασιν τοῦ Εὐφράτου, παρʼ ᾗ τὸ Ζεῦγμα ἡ πόλις ἔστι, παραλιπόντες ἑτέρᾳ τινὶ ὁδῷ κάτω τοῦ ποταμοῦ χρήσωνται (τῇ μὲν γὰρ πεδία τοῖς πολεμίοις ἐπιτήδεια, τῇ δὲ γηλόφους ἑαυτοῖς πρέποντας
εἶναι ἔλεγἐ, καὶ τοῦτο kai\ tou=to Bk., ka)k tou/tou LM. αὐτόν τʼ t' supplied by Pflugk. ἀνέπεισε πιστεῦσαι, καὶ τὸν Πάκορον διʼ αὐτοῦ προσεξηπάτησε· τὴν γὰρ πεδιάδα, ἣν προσεποιεῖτο ὁ Οὐεντίδιος μὴ βούλεσθαι αὐτὸν ἐλθεῖν, μακροτέραν τῆς ἑτέρας οὖσαν τραπεὶς παρέσχεν οἱ
καιρὸν τὰς δυνάμεις ἀθροῖσαι. καὶ οὕτως ἐν τῇ Συρίᾳ αὐτῷ τῇ Κυρηστικῇ γενομένῳ συμβαλὼν ἐνίκησεν. ἐπειδὴ γὰρ οὔτε τὸν ποταμὸν διαβῆναί σφας ἐκώλυσεν οὔτʼ αὖ διαβᾶσιν εὐθὺς ἐπέθετο, μαλακίαν τέ τινα καὶ ἀρρωστίαν τῶν Ῥωμαίων κατέγνωσαν, κἀκ τούτου πρὸς τὸ ἔρυμα αὐτῶν καίπερ ἐν μετεώρῳ ὂν προσήλασαν ὡς καὶ
αὐτοβοεί σφας αἱρήσοντες. ἐπεκδρομῆς τε αἰφνιδίου γενομένης κατά τε τοῦ πρανοῦς οὐ χαλεπῶς, ἅτε καὶ ἱππῆς ὄντες, ἀπεώσθησαν, κἀνταῦθα ἀνδρείως μὲν ἀμυνόμενοι (κατάφρακτοι γὰρ οἱ πλείους αὐτῶν ἦσανʼ ταραττόμενοι δὲ πρός τε τὸ ἀνέλπιστον καὶ περὶ ἀλλήλοις, ὑπό τε τῶν ὁπλιτῶν καὶ ὑπὸ τῶν σφενδονητῶν μάλιστα ἡττήθησαν· πόρρωθεν γὰρ σφοδραῖς ταῖς βολαῖς
ἐξικνούμενοι χαλεπώτατοι αὐτοῖς ἐγίγνοντο. κἀν τῷ πόνῳ τούτῳ καὶ ὁ Πάκορος πεσὼν πλεῖστον αὐτοὺς ἔβλαψεν· ὡς γὰρ τάχιστα τὸν ἄρχοντά σφων ἀπολωλότα ᾔσθοντο, ὀλίγοι μὲν περὶ τοῦ σώματος αὐτοῦ προθύμως ἠγωνίσαντο, φθαρέντων δὲ καὶ τούτων πάντες οἱ λοιποὶ ἐνέδοσαν. καὶ αὐτῶν οἱ μὲν διὰ τῆς γεφύρας οἴκαδε διαφυγεῖν ἐθελήσαντες οὐκ ἠδυνήθησαν, ἀλλὰ προκαταληφθέντες ἀπώλοντο, οἱ δὲ καὶ πρὸς τὸν
Ἀντίοχον ἐς τὴν Κομμαγηνὴν κατέφυγον. Οὐεντίδιος δὲ τὰ μὲν ἄλλα τὰ ἐν τῇ Συρίᾳ μετέωρα πρὸς τὴν τοῦ πολέμου ἔκβασιν γιγνόμενα (τὸν γὰρ Πάκορον ὅμοια τοῖς μάλιστα τῶν πώποτε βασιλευσάντων καὶ ἐπὶ δικαιοσύνῃ καὶ ἐπὶ πρᾳότητι ὑπερηγάπωνʼ ῥᾳδίως, τὴν κεφαλὴν αὐτοῦ
κατὰ τὰς πόλεις περιπέμψας, κατεστήσατο· αὐτὸς δὲ ἐπὶ τὸν Ἀντίοχον, πρόφασιν μὲν ὅτι τοὺς ἱκέτας οἱ οὐκ ἐξέδωκε, τῇ δʼ ἀληθείᾳ διὰ τὰ χρήματα ἃ πάμπολλα εἶχεν, ἐπεστράτευσεν.
ἐνταῦθα δὲ ἤδη αὐτῷ ὄντι ὁ Ἀντώνιος ἐξαίφνης ἐπιστὰς οὐ μόνον οὐχ ἥσθη ἀλλὰ καὶ ἐφθόνησεν, ὅτι ἔδοξέ τι καθʼ ἑαυτὸν ἠνδραγαθίσθαι· h)ndragaqi/sqai Bs., h)ndragaq(??)i=sqai LM. καὶ διὰ τοῦτο καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσε, καὶ ἐς οὐδὲν ἔτι οὔτʼ αὐτίκα οὔθʼ ὕστερον αὐτῷ ἐχρήσατο, καίτοι καὶ ἱερομηνίας ἐπʼ ἀμφοτέροις τοῖς