Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

 
ἀκραιφνεῖς ἐς τὰς ναῦς ἀντενεβίβασε καὶ ἐκείναις τε αὐτῷ ἅμα καὶ τοῖς ὁπλίταις κατὰ γῆν προσέμιξε, τούτοις μὲν οὐδʼ ἐπεξῆλθεν, ἀνταναχθεὶς δὲ καταφρονήσει τῆς τε ὀλιγότητος τῶν ἐναντίων νεῶν καὶ ὅτι καὶ προήττηντο, τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη.
 
οὔκουν οὐδʼ ἠδυνήθη πρὸς τοὺς ἑαυτοῦ τοὺς ἐν τῇ Σικελίᾳ ὄντας διαφυγεῖν, ἀλλʼ ἀγαπητῶς ἐς τὴν ἤπειρον ἀπεσώθη. καὶ αὐτὸς μὲν ἐν ἀσφαλεῖ ἦν, ὁρῶν δὲ τὸ στράτευμα ἐν τῇ νήσῳ ἀπειλημμένον
 
δεινῶς ἤχθετο. καὶ οὐ πρότερον ἀνεθάρσησε πρὶν ἰχθύν τινα ἐκ τῆς θαλάσσης αὐτόματον ἀναθορόντα πρὸς τοὺς πόδας αὐτοῦ προσπεσεῖν· ἐκ γὰρ τούτου πιστεύσας τοῖς μάντεσιν, εἰποῦσίν οἱ ὅτι δουλώσεται αὐτήν, ἀνερρώσθη.
 
καὶ ὁ μὲν τὸν Ἀγρίππαν σπουδῇ πρὸς τὴν ἐπικουρίαν αὐτῶν μετεπέμπετο, ἐκεῖνοι δὲ ἐπολιορκοῦντο. καὶ ἐπειδὴ τά τε ἐπιτήδεια ἐπιλείπειν σφᾶς ἤρχετο καὶ βοήθεια οὐδεμία πω ἐφαίνετο, φοβηθεὶς ὁ Κορνουφίκιος (οὗτος γὰρ αὐτῶν ἦρχἐ μὴ καὶ ὑπὸ λιμοῦ τῷ χρόνῳ κατὰ χώραν
 
μένων ἐκπολιορκηθῇ, καὶ νομίσας διατρίβοντι μέν οἱ αὐτοῦ ταύτῃ μηδένα τῶν πολεμίων ἐς χεῖρας, ἅτε καὶ κρείττονι τοῖς ὁπλίταις ὄντι, ἥξειν, ἂν δέ πῃ προχωρῇ, δυοῖν θάτερον, ἢ προσμίξαντάς σφισιν αὐτοὺς κρατήσειν, ἢ μὴ βουληθέντων αὐτῶν τοῦτο ποιῆσαι πρός τε τὸ ἀσφαλὲς ἀποχωρήσειν καὶ τῶν ἐπιτηδείων εὐπορήσειν καί τινα καὶ ὠφελίαν παρὰ τοῦ Καίσαρος ἢ καὶ τοῦ
 
Ἀγρίππου σχήσειν, τά τε σκάφη ὅσα ἔκ τε τῆς ναυμαχίας ὑπελέλειπτο καὶ πρὸς τὸ τάφρευμα ἐξεπεπτώκει κατέκαυσε, καὶ αὐτὸς ἄρας ὡς πρὸς τὰς Μύλας ἐπορεύετο. καὶ αὐτῷ προσβαλόντες καὶ ἱππῆς καὶ ψιλοὶ πόρρωθεν (οὐ γὰρ δὴ καὶ ὁμόσε χωρῆσαι ἐτόλμωνʼ ἄποροι δεινῶς
 
ἐγίγνοντο. αὐτοὶ μὲν γὰρ καὶ ἐπῄεσαν ὁπότε καιρὸς εἴη, καὶ ἀνέστρεφον διὰ βραχέος· οἱ δέ, ὥς γε ὁπλῖται, οὔτʼ ἄλλως ἐπιδιώκειν σφᾶς ὑπὸ τοῦ βάρους ἐδύναντο, καὶ τοὺς ἀόπλους τοὺς ἐκ τοῦ ναυτικοῦ σωθέντας περιέστελλον. κἀκ τούτου ἔπασχον μὲν πολλὰ καὶ δεινά, ἀντέδρων δὲ οὐδέν· εἰ γάρ που καὶ ἐπᾴξειάν e)pa/|ceia/n Dind., e)pa/ceia/n LM. τισιν, ἔτρεπον μὲν αὐτούς, πέρα δʼ οὐ δυνάμενοι διώκειν χαλεπωτέρους σφᾶς ἐν τῇ ἀναστροφῇ, ἅτε καὶ μονούμενοι
 
ταῖς ἐκδρομαῖς, εἶχον. ἔν τε οὖν τῇ ἄλλῃ πορείᾳ καὶ ἐν ταῖς διαβάσεσι τῶν ποταμῶν μάλιστα ἰσχυρῶς ἐταλαιπώρουν· περιστοιχιζόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι κατʼ ὀλίγους, οἷα ἐν τῷ τοιούτῳ, καὶ kai\ placed here by Bs., before kat' o)li/gous in LM. σπουδῇ ἀτάκτως χωροῦντας, ἔς τε τὰ καίρια παραγυμνουμένους ἔπαιον, καὶ ἐς τὰ πηλώδη τά τε ῥοώδη ἐσπίπτοντάς πῃ ph| Cary, w(s LM. καὶ ἐνισχομένους ἢ καὶ παραφερομένους ἔβαλλον.
 
καὶ τοῦτʼ ἐπὶ τρεῖς ὅλας ἡμέρας ἐποίησαν, καὶ τῇ γε τελευταίᾳ παντελῶς αὐτοὺς ἐκάκωσαν, ἄλλως τε καὶ τοῦ Σέξτου τῷ ὁπλιτικῷ προσγενομένου σφίσιν, ὥστε τῶν μὲν ἀπολλυμένων οὐδένα ἔτι λόγον ἐποιοῦντο, ἀλλὰ καὶ ἐν κέρδει τὸ μηκέτʼ αὐτοὺς κακοπαθεῖν ἐτίθεντο, καὶ ἤθελον καὶ αὐτοὶ τῶν ἤδη τεθνηκότων ὑπὸ τῆς ἀνελπιστίας
 
εἶναι. οἱ δὲ δὴ τραυματίαι πολλοί τε καὶ πλείους τῶν τελευτώντων ὄντες (ἅτε γὰρ καὶ λίθοις καὶ ἀκοντίοις πόρρωθεν βαλλόμενοι, καὶ μηδεμίαν ἐκ χειρὸς πληγὴν ὑπομένοντες, πολλαχῇ τε καὶ οὐ πάντῃ καιρίαν ἐτιτρώσκοντὀ αὐτοί τε δεινῶς
 
ἐταλαιπώρουν, καὶ τοῖς περιλοίποις πολὺ πλείω πόνον ἢ οἱ πολέμιοι παρεῖχον· εἴτε γὰρ φέροιντο, καὶ τοὺς ἀνέχοντάς σφας προσαπώλλυσαν, εἴτε καὶ κατελείποντο, τὸ στράτευμα πᾶν ἐς ἀθυμίαν ὀλοφυρόμενοι καθίστασαν. κἂν πασσυδὶ διεφθάρησαν, εἰ μήπερ οἱ πολέμιοι καὶ ἄκοντές σφων
 
ἀπέσχοντο. ὅ τε γὰρ Ἀγρίππας τότε μὲν νικήσας τὴν ναυμαχίαν πρὸς τὴν Λιπάραν ἀνέπλευσε, μαθὼν δὲ τόν τε Σέξτον ἐς τὴν Μεσσήνην πεφευγότα καὶ τὸν Δημοχάρην ἄλλοσέ ποι ἀπεληλυθότα, ἐπεραιώθη ἐς τὴν Σικελίαν καὶ καταλαβὼν τάς τε Μύλας καὶ τὴν Τυνδαρίδα σῖτόν τέ σφισι καὶ
 
στρατιώτας ἔπεμψε· καὶ ὁ Σέξτος οἰηθεὶς καὶ αὐτὸν ἐκεῖνον ἥξειν ἐφοβήθη καὶ σπουδῇ προανεχώρησεν, ὥστε καὶ σκεύη τινὰ καὶ ἐπιτήδεια ἐν τῷ ἐρύματι καταλιπεῖν, ἐξ ὧν τὴν τροφὴν ἄφθονον οἱ περὶ τὸν Κορνουφίκιον ἔχοντες πρὸς τὸν
 
Ἀγρίππαν ἀπεσώθησαν. καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο, καίπερ ὑπεροπτικώτατά u(peroptikw/tata/ Xyl., u(poptikw/tata/ LM. σφισιν ἐπὶ τῇ τοῦ Ἀγρίππου ναυκρατίᾳ, ὡς καὶ διαπεπολεμηκότος, χρησάμενος. τοσοῦτον γάρ που καὶ ὁ Κορνουφίκιος ἐπὶ τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ἐφρόνει ὥστε καὶ ἐν τῇ Ῥώμῃ ἐπὶ ἐλέφαντος, ὁσάκις ἔξω τῆς οἰκίας ἐδείπνει, ἀνακομίζεσθαι.
 
τῷ δʼ οὖν Καίσαρι ἐς τὴν Σικελίαν μετὰ τοῦτʼ ἐλθόντι ὁ Σέξτος περὶ τὸ Ἀρτεμίσιον ἀντεστρατοπεδεύσατο· καὶ μάχην μὲν οὐδεμίαν εὐθὺς μεγάλην ἐμαχέσαντο, ἱππομαχίας δέ τινας βραχείας ἐποιοῦντο. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, τῷ μὲν Σέξτῳ ὁ Γάλλος ὁ Τισιῆνος, τῷ δὲ Καίσαρι
 
ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσεγένοντο. οὗτός τε γὰρ περιπεσὼν τῷ χειμῶνι οὗπερ ἐμνημόνευσα καὶ τῷ Δημοχάρει, ναῦς τε συχνὰς ἀπέβαλε καὶ οὐκ εὐθὺς πρὸς τὸν Καίσαρα ἦλθεν, ἀλλʼ εἴτε δὴ διὰ τὸ πάθος, εἴθʼ ὅπως καθʼ ἑαυτὸν ἐκεῖνος πονοῖτο, εἴτε καὶ ἀπαγαγεῖν τὸν Σέξτον ἀπʼ αὐτοῦ βουληθείς, Λιλυβαίῳ προσέβαλε· καὶ ὁ Γάλλος ἐνταῦθα αὐτῷ πεμφθεὶς ὑπὸ τοῦ Σέξτου προσεπολέμει.
 
καὶ οὕτως ἐκεῖθεν ἀμφότεροι, ἐπειδὴ μηδὲν ἐπέραινον, πρὸς τὸ Ἀρτεμίσιον ἀφίκοντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ δὴ Λέπιδος τῷ τε Καίσαρι διηνέχθη (αὐτός τε γὰρ ἐκ τοῦ ἴσου πάντα αὐτῷ διοικεῖν ὡς καὶ συνάρχων ἠξίου, καὶ ἐκεῖνος ἐς πάντα αὐτῷ ὡς καὶ ὑποστρατήγῳ οἱ ἐχρῆτὀ, κἀκ τούτου πρός τε τὸν Σέξτον ἀπέκλινε
 
καὶ ἐκοινολογεῖτο αὐτῷ διʼ ἀπορρήτων. ὑποτοπήσας οὖν τοῦτο ὁ Καῖσαρ, καὶ μήτε ἐκφῆναι τολμῶν, μὴ καὶ ἐκ τοῦ φανεροῦ αὐτὸν πολεμώσηται, μήτʼ αὖ ἀποκρύψασθαι ἀσφαλῶς δυνάμενος (ὕποπτον μὲν γὰρ ἐνόμιζεν εἰ μὴ συμβουλεύοιτό τι αὐτῷ, δεινὸν δʼ εἰ πάντα ἀνακοινοῖτο a)nakoinoi=to R. Steph., a)nakinoi=to LM.), διακινδυνεῦσαι ὅτι τάχιστα, πρὶν νεοχμωθῆναί τι, ἔγνω, καίτοι
 
τῶν ἄλλων ἕνεκα ἥκιστα ἐπειγόμενος· οὔτε γὰρ σῖτος οὔτε χρήματα τῷ Σέξτῳ ὑπῆν, ἐξ ὧν ἤλπιζεν αὐτὸν ἀμαχεὶ οὐ πολλῷ ὕστερον καταλύσειν. ἐπεὶ δʼ οὖν ἔκρινε τοῦτο, αὐτός τε κατὰ γῆν τὸν στρατὸν ἐξάγων πρὸ τοῦ στρατοπέδου προπαρέτασσε, καὶ ὁ Ἀγρίππας ἅμα ἐπιπλέων ἀπεσάλευεν· ὁ γὰρ Σέξτος πολὺ ταῖς δυνάμεσιν αὐτῶν ἐλαττούμενος
 
οὐδετέρωσε ἀντεπεξῄει. καὶ τοῦτο καὶ ἐπὶ πλείους ἡμέρας ἐγένετο. τέλος δὲ δείσας μὴ καὶ καταφρονηθεὶς διὰ ταῦθʼ ὑπὸ τῶν συμμάχων ἐγκαταλειφθῇ, ἀνταναχθῆναί ποτε ταῖς ναυσὶ προσέταξε· καὶ γάρ τινα ἐλπίδα ἐν ταύταις μᾶλλον εἶχεν.
 
ὡς οὖν τό τε σημεῖον ἤρθη καὶ ἡ σάλπιγξ ὑπεσήμηνεν, ἐκεῖναί τε ἅπασαι πρὸς τῇ γῇ συνέμιξαν καὶ ὁ πεζὸς ἀμφοτέρων ὁμοίως ἐπʼ αὐτῆς τῆς ῥαχίας παρετάξατο, ὥστε τὴν θέαν ἀξιολογωτάτην
 
γενέσθαι. ἥ τε γὰρ θάλασσα ἡ ἐκεῖ πᾶσα τῶν νεῶν ἐπεπλήρωτο (πολλαὶ γὰρ οὖσαι ἐπὶ πλεῖστον ἐπέσχονʼ, καὶ ἡ χώρα ἡ μὲν ἐγγὺς αὐτῆς ὑπὸ τῶν ὡπλισμένων, ἡ δʼ ἄλλη ἡ h( supplied by Pflugk. προσεχὴς ὑπὸ τοῦ λοιποῦ ἑκατέρων ὁμίλου κατείχετο. ὅθενπερ καὶ ὁ ἀγὼν ἔδοξε μὲν τῶν ναυμαχούντων μόνων εἶναι, τῇ δʼ ἀληθείᾳ καὶ τῶν ἄλλων ἐγένετο·
 
οἵ τε γὰρ ἐν ταῖς ναυσὶν ὄντες προθυμότερον ἐς τὴν τῶν ὁρώντων σφᾶς ἐπίδειξιν ἡμιλλῶντο, καὶ ἐκεῖνοι, εἰ καὶ τὰ μάλιστα ἀπείχοντο ἀλλήλων, ἀλλὰ καὶ πρός γε τὴν τῶν δρωμένων ὄψιν καὶ αὐτοὶ τρόπον τινὰ ἠγωνίζοντο. ἀντιπάλου γὰρ ἐπὶ πολὺ τῆς μάχης γενομένης (ὁμοιοτροπώτατα γὰρ τοῖς πρόσθεν ἐναυμάχησανʼ ἰσορρόπῳ καὶ
 
αὐτοὶ συστάσει τῆς γνώμης συνέσχοντο. μάλιστα μὲν γὰρ καὶ τὸν πόλεμον πάντα ἐν αὐτῇ καταλυθήσεσθαι ἤλπιζον· εἰ δὲ μή, οἱ μέν, εἰ καὶ τότε κρατήσειαν, οὐδὲν ἔτι μέγα ἐπιπονήσειν, οἱ δέ, εἰ τότε γε νικήσειαν, οὐκέθʼ ἡττηθήσεσθαι προσδοκῶντες
 
ἔρρωντο. καὶ διὰ τοῦτο καὶ σιωπῇ, ὅπως αὐτοί τε πρὸς τὰ γιγνόμενα ἀποβλέπωσι καὶ τοὺς ἐν τῷ ἔργῳ μὴ ἀποτρίβωσι, καὶ κραυγῇ μικρᾷ ἐχρῶντο, τούς τε ναυμαχοῦντας ἀνακαλοῦντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι, καὶ τοὺς μὲν κρατοῦντάς σφων
 
ἐπαινοῦντες τοὺς δʼ ἡττωμένους λοιδοροῦντες, καὶ πολλὰ μὲν ἐκείνοις ἀντιπαρακελευόμενοι πολλὰ δὲ καὶ ἀλλήλοις ἀντιβοῶντες, τοῦ τε τοὺς σφετέρους ῥᾷον τὰ λεγόμενα ἀκούειν καὶ τοῦ τοὺς tou= tou\s M, tou/tous L. ἐναντίους ἧττον τῶν οἰκείων ἐπαΐειν.
 
τέως μὲν οὖν ἰσοπαλεῖς ἦσαν, οὕτω τε ταῦτα παρʼ ἀμφοτέρων ὁμοίως ἐγίγνετο, καί τι καὶ τοῖς σώμασιν ὡς καὶ ἰδεῖν καὶ νοῆσαι δυναμένοις σφίσιν ἐνεδείκνυντο· ἐπεὶ δὲ ἐτράποντο οἱ τοῦ Σέξτου, ἐνταῦθα ἤδη ἀθρόοι καὶ ἀπὸ μιᾶς ὁρμῆς οἱ μὲν
 
ἐπαιώνισαν οἱ δὲ ὠλοφύραντο. w)lofu/ranto Bk., w)lofu/ronto LM Zon. καὶ οὗτοι μέν, ὡς καὶ αὐτοὶ συννενικημένοι, πρὸς τὴν Μεσσήνην εὐθὺς ἀπεχώρησαν· ὁ δὲ δὴ Καῖσαρ τούς τε ἐκπίπτοντας τῶν ἡττωμένων ἐς τὴν γῆν ἐξεδέχετο, καὶ ἐς αὐτὴν τὴν θάλασσαν ἐπεσβαίνων πάντα τὰ σκάφη τά γε ge Rk., te LM. ἐς τὸ τεναγῶδες ὀκέλλοντα κατεπίμπρη,
 
ὥστε μήτε τοῖς ἔτι πλέουσιν ἀσφάλειαν εἶναι (πρὸς γὰρ τοῦ Ἀγρίππου ἐκόπτοντὀ μήτε τοῖς προσίσχουσί prosi/sxousi/ Reim., proi/sxousi/ LM. πῃ (πρὸς γὰρ τοῦ Καίσαρος διώλλυντὀ, πλὴν ὀλίγων, ὅσοι ἐς τὴν Μεσσήνην προκατέφυγον. κἀν τούτῳ τῷ πόνῳ ὁ μὲν Δημοχάρης
 
ἁλισκόμενος ἑαυτὸν ἀπέσφαξεν, ὁ δʼ Ἀπολλοφάνης ἄθραυστον τὴν ναῦν ἔχων καὶ δυνηθεὶς ἂν φυγεῖν προσεχώρησε τῷ Καίσαρι. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἄλλοι, ὅ τε Γάλλος καὶ οἱ ἱππῆς οἱ σὺν αὐτῷ πάντες, καὶ μετὰ ταῦτα καὶ πεζοί τινες
 
ἐποίησαν. ἀφʼ οὗπερ οὐχ ἥκιστα ὁ Σέξτος ἀπογνοὺς τὰ παρόντα φυγεῖν ἐβουλεύσατο, καὶ παραλαβὼν τήν τε θυγατέρα καὶ ἄλλους, τά τε χρήματα καὶ τὰ λοιπὰ τὰ πλείστου ἄξια ἐς τὰς ναῦς τὰς ἄριστα τῶν σωθεισῶν πλεούσας ἐσθέμενος, e)sqe/menos R. Steph., e)nqe/menos Zon., ai)sqo/menos LM. νυκτὸς ἀπῆρεν. οὐδὲ ἐπεδίωξέ τις αὐτόν· ἐκεῖνός τε γὰρ λάθρᾳ ἐξέπλευσε, καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ ταραχῇ παραχρῆμα ἐγένετο.
 
ὁ γὰρ Λέπιδος τῇ τε Μεσσήνῃ προσέπεσε, καὶ ἐσδεχθεὶς ἐς αὐτὴν τὰ μὲν ἐνεπίμπρη τὰ δʼ ἥρπαζεν· ἐπειδή τε ἐκεῖνος αἰσθόμενος τοῦτʼ ἐπῆλθέ τέ οἱ διὰ ταχέων καὶ ἐμποδὼν ἐγίγνετο, τῆς μὲν πόλεως ὑπεξῆλθε φοβηθείς, ἐπὶ δὲ λόφον τινὰ καρτερὸν ἀναστρατοπεδευσάμενος ἐγκλήματα ἐποιεῖτο, καταλέγων πάνθʼ ὅσα ἐλαττοῦσθαι ἐνόμιζε,
 
καὶ τά τε ἄλλα ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην σφῶν συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ὡς καὶ συγκαταστρεψάμενος αὐτὴν ἀντεποιεῖτο. καὶ ὁ μὲν ταῦτά τε τῷ Καίσαρι πέμπων τινὰς
 
ἐπεκάλει, καὶ ἐς δίκην αὐτὸν προυκαλεῖτο (εἶχε δὲ τάς τε δυνάμεις ἃς ἐκ τῆς Λιβύης ἐπῆκτο, καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας, ἐπειδὴ καὶ πρώτως ἐς αὐτὴν ἐσεληλύθει καί τινα καὶ ἐλπίδα νεωτέρων σφίσι πραγμάτων ὑπεβεβλήκεἰ·
 
Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀντεῖπε, νομίσας δὲ δὴ πάντα τὰ δίκαια παρά τε ἑαυτῷ καὶ παρὰ τοῖς ὅπλοις, ἅτε καὶ ἰσχυρότερος αὐτοῦ ὤν, ἔχειν, εὐθὺς ἐπʼ αὐτὸν μετʼ ὀλίγων τινῶν ὥρμησεν ὡς καὶ ἐκεῖνόν τε ἐκ τοῦ αἰφνιδίου, οἷα μηδὲν δραστήριον ἔχοντα, καταπλήξων, καὶ τοὺς
 
στρατιώτας αὐτοῦ προσποιησόμενος. καὶ kai\ Xiph., om. LM. ἐσῆλθε μὲν ἐς τὸ στρατόπεδον δόξας σφίσι διὰ τὴν ὀλιγότητα τῶν συνακολουθούντων οἱ εἰρηνικόν τι πράξειν· ὡς δʼ οὐδὲν κατὰ γνώμην αὐτοῖς ἔλεγε, παρωξύνθησαν καὶ ἐπέθεντο αὐτῷ, καί τινας τῶν ἄλλων καὶ ἀπέκτειναν· ἐκεῖνος γὰρ ἐν τάχει βοηθείας
 
τυχὼν ἐσώθη. καὶ μετὰ τοῦτʼ ἐπῆλθέ τε αὖθις αὐτοῖς μετὰ παντὸς τοῦ στρατοῦ, καὶ κατακλείσας σφᾶς ἐς τὸ τάφρευμα ἐπολιόρκει. φοβηθέντες οὖν τὴν ἅλωσιν κοινῇ μὲν οὐδὲν διὰ τὴν τοῦ Λεπίδου αἰδῶ ἐνεόχμωσαν, ἰδίᾳ δὲ κατʼ ὀλίγους ὡς ἕκαστοι ἐγκατέλιπον αὐτὸν καὶ μεθίσταντο· καὶ οὕτω καὶ ἐκεῖνος ἠναγκάσθη ἐθελοντὴς δὴ ἐν
 
ἐσθῆτι φαιᾷ ἱκέτης αὐτοῦ γενέσθαι. καὶ ὁ μὲν ἐκ τούτου τῆς τε ἐξουσίας πάσης παρελύθη, καὶ δίαιταν ἐν τῇ Ἰταλίᾳ οὐκ ἄνευ φυλακῆς εἶχε· τῶν δὲ δὴ τὰ τοῦ Σέξτου πραξάντων οἱ μὲν ἱππεύοντες ἢ καὶ βουλεύοντες ἐκολάσθησαν πλὴν ὀλίγων, τοῦ δὲ ἐν τῷ τεταγμένῳ ὄντος τὸ μὲν ἐλεύθερον ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατελέχθη, τὸ δὲ δεδουλευκὸς τοῖς δεσπόταις πρὸς
 
τιμωρίαν ἀπεδόθη· εἰ δέ του μηδεὶς κύριος εὑρίσκετο, ἀνεσκολοπίζετο. τῶν τε πόλεων αἱ μὲν ἑκούσιαί οἱ προσχωρήσασαι συγγνώμης ἔτυχον, αἱ δʼ ἀντάρασαι ἐδικαιώθησαν.
 
πράσσοντι δʼ αὐτῷ ταῦτα οἱ στρατιῶται ἐστασίασαν· ἄλλως τε γὰρ οὐκ ὀλίγοι ὄντες πρὸς τὴν ὄψιν τοῦ πλήθους σφῶν ἐθρασύνοντο, καὶ τοὺς κινδύνους τάς τε ἐλπίδας τὰς ἐπʼ αὐτοῖς ἐκλογιζόμενοι πρός τε τὰ γέρα ἀπλήστως εἶχον, καὶ συλλεγόμενοι κατʼ ἀλλήλους ᾔτουν ὅ τι τις ἐπόθει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme