Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 48

53.5 ἀργύριον αὐτῷ συνεσήνεγκε. καὶ λόγος γε ge H. Steph., te LM cod. Peir. ἔχει καὶ τῶν κακούργων τινὰς ἐς αὐτὸ τὸ θέατρον ἐν προσωπείοις, ὡς καὶ ὑποκρινουμένους u(pokrinoume/nous Naber, u(pokrinome/nous LM. τι, ἐσελθόντας συγκαταβαλεῖν sugkatabalei=n Bk., sugkataba/llein LM cod. Peir. τὰ χρήματα. καὶ ὁ μὲν οὕτω ζῶν τε ὑπὸ τοῦ ὁμίλου ἠγαπήθη, καὶ ἀποθανὼν οὐ πολλῷ ὕστερον ἔς τε τὸ Ἄρειον πεδίον
53.6 ἐκομίσθη καὶ ἐκεῖ καὶ ἐκαύθη καὶ ἐτάφη· ἡ δὲ δὴ βουλὴ ἀγανακτήσασα τῇ πάσῃ τοῦ πλήθους περὶ αὐτὸν σπουδῇ τὰ ὀστᾶ αὐτοῦ, ὡς οὐχ ὁσίως ἐν τῷ ἱερῷ χωρίῳ κείμενα, ἀνείλετο, πεισθεῖσα τοῖς ποντίφιξι, καίπερ πολλοὺς ἄλλους ἐν αὐτῷ καὶ πρότερον καὶ μετὰ ταῦτα θάψασα.
54.1 κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ὁ Ἀντώνιος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν αὖθις ἐκ τῆς Συρίας, πρόφασιν μὲν ὡς καὶ τοῦ Σεξτείου πολέμου διὰ τὰς τοῦ Καίσαρος συμφορὰς μεθέξων, οὐ μέντοι
54.2 καὶ παρέμεινεν αὐτῷ, ἀλλʼ ἅτε a)ll' a(/te R. Steph., a)/lla/ te LM. ἐς κατασκοπὴν αὐτοῦ μᾶλλον ἢ καὶ ἔργου τινὸς ἕνεκα ἀφιγμένος, ἐκείνῳ μὲν ναῦς ἔδωκε καὶ ἑτέρας πέμψειν ὑπέσχετο, ἀνθʼ ὧν ὁπλίτας ἀντέλαβεν, αὐτὸς δὲ ὡς
54.3 καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἢ ἀποπλεῖν αὐτὸν au)to\n Zon., au)tou\s LM. ᾐτιάσαντο ἀλλήλους, πρότερον μὲν διὰ τῶν ἑταίρων, ἔπειτα δὲ καὶ διʼ ἑαυτῶν· καὶ οὐ γάρ πω σχολὴν πολεμῆσαί σφισιν ἦγον, συνηλλάγησαν τρόπον τινά, τῆς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme