Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 48

44.5 παιδίον Νέρωνι *ne/rwni M, *ne/rwna L. τῷ πατρὶ ἀπέδωκε. καὶ ἐκεῖνος e)kei=nos Xiph., e)kei=nos te LM. τελευτῶν οὐ ou) Xiph., om. LM. πολλῷ ὕστερον ἐπίτροπον καὶ τούτῳ καὶ τῷ Τιβερίῳ αὐτὸν τὸν Καίσαρα κατέλιπεν. ὁ δʼ οὖν ὅμιλος ἄλλα τε ἐπὶ τούτῳ πολλὰ διεθρύλει, καὶ τοῖς εὐτυχοῦσι τρίμηνα παιδία γεννᾶσθαι ἔλεγεν, ὥστε καὶ ἐς παροιμίαν τὸ ἔπος προχωρῆσαι.
45.1 ἐν μὲν δὴ τῇ πόλει ταῦτα tau=ta L, tau=t' M. ἐγίγνετο, ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ὁ Βογούας ὁ Μαῦρος ἐς τὴν Ἰβηρίαν, εἴτʼ οὖν κατʼ ἐντολὴν τοῦ Ἀντωνίου εἴτε καὶ ἀφʼ ἑαυτοῦ γνώμης, πλεύσας, πολλὰ μὲν ἐλυμήνατο πολλὰ δὲ καὶ ἀντέπαθε,
45.2 κἀν τούτῳ τῶν οἴκοι τῶν περὶ τὴν Τίγγιν *ti/ggin Xyl., gi/ttin LM *(te/ggis M in lx. 9, 5). ἐπαναστάντων αὐτῷ τῆς τε Ἰβηρίας ἐξέστη καὶ τὴν οἰκείαν οὐκ ἐκομίσατο· οἵ τε γὰρ τὰ τοῦ Καίσαρος ἐν τῇ Ἰβηρίᾳ πράσσοντες καὶ ὁ Βόκχος προσγενόμενός σφισι κρείττους αὐτοῦ ἐγένοντο.
45.3 καὶ ἐκεῖνος μὲν πρὸς τὸν Ἀντώνιον ἀπῆλθεν, ὁ δὲ δὴ Βόκχος τὴν βασιλείαν αὐτοῦ αὐτίκα τε κατέσχε καὶ μετὰ τοῦτο καὶ παρὰ τοῦ Καίσαρος ἐβεβαιώσατο· τοῖς τε Τιγγιτανοῖς πολιτεία ἐδόθη.
45.4 ἐν δὲ τούτῳ, καὶ ἔτι πρότερον, καὶ ὁ Σέξτος ὅ τε Καῖσαρ ἐπολέμησαν· οἷα γὰρ οὐκ ἐθελονταὶ οὐδʼ ἐκ προαιρέσεως ἀλλὰ ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι, χρόνον οὐδένα αὐτῇ ὡς εἰπεῖν ἐνέμειναν, ἀλλʼ εὐθὺς τὰς σπονδὰς λύσαντες διηνέχθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme