Book 48
37.9
καὶ ἐκ τούτου οὔτε κόρον οὔτʼ αἰσχύνην, ἅτε καὶ τοῖς αὐτοῖς συμφερόμενοι, ἐλάμβανον, ἀλλὰ τήν τε ἡμέραν ὅλην καὶ τῆς νυκτὸς τὰ πλείω ἐς ταῦτα κατανάλωσαν.
38.1
μετὰ δὲ δὴ ταῦθʼ οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων a)nqeisti/wn Xiph. Zon., a)ntanqeisti/wn LM. καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα δὲ καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ· τοσοῦτον γὰρ ὁ Σέξτος τῇ δυνάμει σφῶν περιῆν ὥστε μὴ πρότερον αὐτὸν ἐς τὴν ἤπειρον ἐκβῆναι πρὶν ἐκείνους
38.2
ἐς τὴν ναῦν ἐσελθεῖν. καὶ τοῦτο μέντοι ποιήσας, δυνηθείς τʼ ἂν ἀμφοτέρους ἐν τῷ σκάφει σὺν ὀλίγοις παρόντας, ὥσπερ που καὶ ὁ Μηνᾶς αὐτῷ συνεβούλευε, φονεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καίπερ πρὸς τὸν Ἀντώνιον, ἐπειδὴ τὴν οἰκίαν αὐτοῦ τὴν πατρῴαν τὴν ἐν ταῖς Καρίναις κατεῖχε (τόπος γάρ τις τῆς th=s supplied by St. τῶν Ῥωμαίων πόλεως οὕτω καλούμενός ἐστινʼ, ἀποσκώψας τρόπον τινὰ ἥδιστον
38.3
(ταῖς γὰρ τροπίσι ταῖς τῶν νεῶν τῆς αὐτῆς ὀνομασίας οὔσης, ἐν ταῖς Καρίναις αὐτοὺς ἑστιᾶν ἔφἠ, ὅμως οὐδὲν ὡς καὶ μνησικακῶν σφισιν ἔπραξεν, ἀλλὰ τῇ τε te M, om. L. ὑστεραίᾳ ἀνθειστιάθη, καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἠγγύησεν. h)ggu/hsen Bk., e)neggu/hsen LM.
39.1
οὗτος μὲν οὖν ὁ πόλεμος ἀνεβέβλητο, τὰ δὲ δὴ τοῦ Λαβιήνου τῶν τε Πάρθων ὧδε διεπολεμήθη. ὁ Ἀντώνιος αὐτὸς μὲν ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐνταῦθα ἐπὶ πλεῖστον ἐνεχρόνισεν, τάς τε ἐπιθυμίας ἅμα ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ἵνʼ ὅτι ἀσθενέσταται τῷ Σέξτῳ