Book 48
ἀσχολίαν a)sxoli/an cod. Peir., a)sxoli/ai LM. ἦγεν, Ἀντώνιος δὲ ἐν τῇ Αἰγύπτῳ ἤρα. ἡγεμών θʼ ὑπέσχετο τοῦ πολέμου γενήσεσθαι, καὶ πολλὰ καὶ κατὰ τοῦτο τῶν ἐθνῶν, ἅτε καὶ ἀλλοτρίως τοῖς Ῥωμαίοις διὰ τὴν συνεχῆ κάκωσιν ἔχοντα, μεταστήσειν ἐπηγγείλατο.
Τοιαῦτʼ οὖν εἰπών, καὶ πείσας αὐτὸν πολεμῆσαι, καὶ δύναμιν πολλὴν καὶ τὸν υἱὸν αὐτοῦ τὸν Πάκορον ἐπετράπη, καὶ μετʼ αὐτῶν ἔς τε τὴν Φοινίκην ἐνέβαλε, καὶ πρὸς τὴν Ἀπάμειαν προσελάσας τοῦ μὲν τείχους ἀπεκρούσθη, τοὺς δὲ ἐν τῇ
χώρᾳ φρουροὺς ἐθελοντὰς προσέθετο. ἐκ γὰρ τῶν τῷ τε Κασσίῳ καὶ τῷ Βρούτῳ συνεστρατευμένων ἦσαν· ἔς τε γὰρ τὰ ἑαυτοῦ στρατόπεδα Ἀντώνιος αὐτοὺς κατέταξε, καὶ τότε τὴν Συρίαν ὡς καὶ ἐμπείρως αὐτῆς ἔχοντας φρουρεῖν ἐκέλευσε. τούτους τε οὖν ὁ Λαβιῆνος ῥᾳδίως ὡς καὶ συνήθεις οἱ ὄντας, πλὴν τοῦ Σάξου τοῦ τότε αὐτῶν ἡγουμένου, ἐσφετερίσατο (ἐκεῖνος γὰρ καὶ ἀδελφὸς τοῦ στρατιάρχου ὢν καὶ ταμιεύων μόνος αὐτῷ οὐ προσεχώρησἐ,
καὶ τὸν Σάξαν τὸν ἄρχοντα μάχῃ τε ἐκ παρατάξεως καὶ τῷ πλήθει καὶ τῇ ἀρετῇ τῶν ἱππέων ἐνίκησε, καὶ μετὰ τοῦτο ἐκδράντα νυκτὸς ἐκ τῆς ταφρείας ἐπεδίωξεν· ὁ γὰρ Σάξας φοβηθεὶς μὴ καὶ οἱ συνόντες οἱ τὰ τοῦ Λαβιήνου, ὑπαγομένου σφᾶς διὰ βιβλίων τινῶν ἃ ἐς τὸ στρατόπεδον
ἐσετόξευε, φρονήσωσιν, ἔφυγεν. καταλαβὼν οὖν αὐτοὺς ὁ Λαβιῆνος τοὺς μὲν πλείους ἔφθειρε, τοῦ δὲ δὴ Σάξου ἐς Ἀντιόχειαν διαφυγόντος τήν τε Ἀπάμειαν, οὐδὲν ἔτι ὡς καὶ τεθνεῶτος αὐτοῦ ἀντάρασαν, ἔλαβε, καὶ μετὰ τοῦτο καὶ τὴν Ἀντιόχειαν ἐκλειφθεῖσαν ὑπʼ αὐτοῦ παρεστήσατο, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον ἐς Κιλικίαν φυγόντα ἐπιδιώξας καὶ συλλαβὼν ἀπέκτεινε.
τελευτήσαντος δὲ αὐτοῦ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειροῦτο, καὶ πᾶσάν γε αὐτὴν πλὴν Τύρου κατεστρέψατο· ταύτην γὰρ οἵ τε Ῥωμαῖοι οἱ περιλιπεῖς καὶ οἱ ἐπιχώριοι οἱ ὁμοφρονοῦντές σφισι προκατέλαβον, καὶ οὔτʼ ἀναπεισθῆναι οὔτε βιασθῆναι (ναυτικὸν γὰρ οὐδὲν εἶχεν ei)=xen Reim., ei)=xon LM.) ἠδυνήθησαν.
οὗτοι μὲν οὖν ἀνάλωτοι ἔμειναν· τὰ δʼ ἄλλα ὁ Πάκορος λαβὼν ἐς Παλαιστίνην ἐσέβαλε, e)se/bale M, e)se/balle L. καὶ τόν τε Ὑρκανόν, ὃς τότε τὰ πράγματα αὐτῶν παρὰ τῶν Ῥωμαίων ἐπιτραπεὶς εἶχεν, ἔπαυσε, καὶ τὸν Ἀριστόβουλον τὸν ἀδελφὸν αὐτοῦ ἄρχοντα
κατὰ τὸ ἐκείνων ἔχθος ἀντικατέστησεν. ὁ δὲ δὴ Λαβιῆνος ἐν τούτῳ τήν τε Κιλικίαν κατέσχε, καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις (ὁ γὰρ Πλάγκος φοβηθεὶς αὐτὸν ἐς τὰς νήσους ἐπεραιώθἠ παρεστήσατο πλὴν Στρατονικείας, τὰ μὲν πλεῖστα ἄνευ πολέμου, Μύλασα δὲ καὶ Ἀλάβανδα
διὰ κινδύνων ἑλών. οὗτοι γὰρ ἐδέξαντο μὲν παρʼ αὐτοῦ φρουρούς, φονεύσαντες δὲ αὐτοὺς ἐν ἑορτῇ τινι ἀπέστησαν· καὶ διὰ τοῦτο τοὺς μὲν Ἀλαβανδέας αὐτοὺς au)tou\s Kuiper, au)to\s LM. λαβὼν ἐκόλασε, τὰ δὲ δὴ Μύλασα *mu/lasa Bk., mu/lassa LM. ἐκλειφθέντα κατέσκαψε. τῇ γὰρ Στρατονικείᾳ προσήδρευσε μὲν πολὺν χρόνον, οὐδένα δὲ αὐτὴν τρόπον ἑλεῖν ἠδυνήθη.
καὶ ὁ μὲν χρήματά τε ἐπὶ τούτοις ἐπράσσετο καὶ τὰ ἱερὰ ἐσύλα, αὐτοκράτορά τε αὑτὸν καὶ Παρθικόν γε ἐκ τοῦ ἐναντιωτάτου τοῖς Ῥωμαίοις ἔθους ὠνόμαζεν· οὓς γὰρ κατʼ αὐτῶν ἐπῆγεν, ἀπὸ τούτων ἑαυτόν, ὡς καὶ ἐκείνους ἀλλʼ οὐ τοὺς πολίτας
νικῶν, ἐπεκάλει· Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα ὥσπερ που καὶ τὰ ἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα (οὐδὲν γὰρ αὐτῶν τὸ παράπαν ἠγνόεἰ, οὐ μέντοι καὶ κατὰ καιρὸν οὐδετέροις ἤμυνεν, ἀλλʼ ὑπό τε τοῦ ἔρωτος καὶ ὑπὸ τῆς μέθης οὔτε τῶν συμμάχων τι οὔτε τῶν πολεμίων
ἐφρόντισε. τέως μὲν γὰρ κάτω τε ἐτέτακτο καὶ τῶν πρωτείων ἐφίετο, ἐντόνως τοῖς πράγμασι προσεῖχεν· ἐπεὶ δὲ ἐν τῷ κράτει ἐγένετο, οὐκέτʼ οὐδενὸς αὐτῶν ἀκριβῶς ἐπεμελήθη, ἀλλὰ τῇ τε Κλεοπάτρᾳ καὶ τοῖς ἄλλοις Αἰγυπτίοις συνετρύφα,
μέχρις οὗ παντελῶς κατελύθη. ὀψὲ δʼ οὖν ποτε ἀναγκασθεὶς ἐξαναστῆναι ἔπλευσε μὲν πρὸς τὴν Τύρον ὡς καὶ βοηθήσων σφίσιν, ἰδὼν δὲ δὴ τὰ ἄλλα προκατειλημμένα ἐγκατέλιπεν αὐτούς, πρόφασιν τὸν τοῦ Σέξτου πόλεμον ποιησάμενος· καίτοι καὶ τῆς πρὸς ἐκεῖνον e)kei=non Leuncl., e)kei/nous LM cod. Peir. βραδυτῆτος τὰ τῶν
Πάρθων σκηπτόμενος προεβάλλετο. καὶ οὕτως οὔτε τοῖς συμμάχοις διὰ τὸν Σέξτον δῆθεν οὔτε τῇ Ἰταλίᾳ διʼ ἐκείνους ἐπεκούρησεν, ἀλλὰ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς ἐς τὴν Ἑλλάδα διέβαλε, κἀνταῦθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ συμμίξας τόν τε Καίσαρα πολέμιον ἐποιήσατο
καὶ τῷ Σέξτῳ φιλίαν ἐσπείσατο. καὶ μετὰ τοῦτο ἐς τὴν Ἰταλίαν περαιωθεὶς Σειφοῦντα seifou=nta LM; but Dio probably srote *sipou=nta, the regular Greek form. μὲν ἔσχε, Βρεντέσιον δὲ μὴ ἐθελῆσάν οἱ προσχωρῆσαι ἐπολιόρκει.
πράσσοντος δὲ αὐτοῦ ταῦτα ὁ Καῖσαρ τάς τε δυνάμεις (ἐκ γὰρ τῆς Γαλατίας ἤδη παρῆνʼ ἤθροισε, καὶ Πούπλιον *pou/plion R. Steph., pouple/ion LM. μὲν Σερουίλιον Ῥοῦλλον πρὸς Βρεντέσιον, Ἀγρίππαν δὲ ἐπὶ Σειφοῦντα seifou=nta LM; but Dio probably srote *sipou=nta, the regular Greek form. ἔπεμψε· καὶ οὗτος μὲν βίᾳ τὴν πόλιν εἷλε, τῷ δὲ δὴ Σερουιλίῳ ὁ Ἀντώνιος ἐξαίφνης προσπεσὼν πολλοὺς μὲν ἔφθειρε
πολλοὺς δὲ καὶ παρεστήσατο. συνερρωγότων τε οὖν αὐτῶν ou)=n au)tw=n M, e(autw=n L. ἐς τὸν πόλεμον, καὶ διαπεμπόντων πρός τε τὰς πόλεις καὶ πρὸς τοὺς ἐστρατευμένους, ὁπόθεν τινὰ ὠφελίαν w)feli/an Bs., w)fe/leian LM. προσλήψεσθαι ἐνόμιζον, ἥ τε ἄλλη Ἰταλία αὖθις ἐταράσσετο καὶ ἡ Ῥώμη ὅτι μάλιστα, καὶ οἱ μὲν ἤδη πρὸς ἑκάτερον μεθίσταντο, οἱ δὲ de\ Bk., te LM. ἔμελλον. μετεώρων δὲ αὐτῶν τε te Bk., te kai\ LM. ἐκείνων καὶ τῶν συμπολεμησόντων σφίσιν ὄντων,
ἡ Φουλουία ἐν Σικυῶνι, ἐν ᾗ ἦν, ἐτελεύτησε. καὶ αἰτίαν μὲν ὁ Ἀντώνιος τοῦ θανάτου αὐτῆς πρός τε τὸν τῆς Κλεοπάτρας ἔρωτα καὶ πρὸς τὴν ἐκείνης ἀσέλγειαν ἔσχεν· ὡς δʼ οὖν τοῦτʼ ἠγγέλθη, τά τε ὅπλα ἀμφότεροι κατέθεντο καὶ συνηλλάγησαν, εἴτʼ οὖν ὄντως ἐκπολεμούμενοι πρότερον ὑπὸ τῆς Φουλουίας, εἴτε καὶ πρόφασιν τὸν θάνατον αὐτῆς πρὸς τὸ παρʼ ἀλλήλων δέος, ὥστε καὶ ἀντιπάλους καὶ τὰς δυνάμεις καὶ τὰς ἐλπίδας ἔχοντες, ποιησάμενοι.
κἀν τούτῳ Καῖσαρ μὲν Σαρδώ τε καὶ Δελματίαν *delmati/an St., dalmati/an LM Xiph. Zon. τήν τε Ἰβηρίαν καὶ τὴν Γαλατίαν, Ἀντώνιος δὲ πάντα τἆλλα τὰ ὑπὲρ τὸν Ἰόνιον, τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις ὄντα, ἀπέλαχε· τά τε γὰρ ἐν τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχε.
τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις διεδάσαντο, τὸν δὲ δὴ πόλεμον τὸν πρὸς τὸν Σέξτον ἐκοινώσαντο, καίτοι τοῦ Ἀντωνίου ὅρκους πρὸς αὐτὸν
διʼ ἀγγέλων ἐπὶ τῷ Καίσαρι πεποιημένου. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ὁ Καῖσαρ ὑπέμεινε πάντας μὲν τοὺς ἐν τῷ πολέμῳ τῷ κατὰ τὸν Λούκιον τὸν τοῦ Ἀντωνίου ἀδελφὸν μεταστάντας πρὸς αὐτόν, καὶ ἐξ αὐτῶν γε ge R. Steph., te LM. τῶν σφαγέων ἔστιν οὓς ὄντας, ἄλλους τε καὶ τὸν Δομίτιον, πάντας δὲ καὶ τοὺς ἐκτεθέντας ἐν τοῖς λευκώμασιν, ἢ καὶ ἄλλως πως τῷ τε Βρούτῳ καὶ τῷ Κασσίῳ συμπολεμήσαντας καὶ μετὰ τοῦτο τὰ τοῦ Ἀντωνίου
πράξαντας, καταδέξασθαι ἐπʼ ἀδείᾳ. τοσοῦτος μὲν δὴ καὶ τῶν στάσεων καὶ τῶν πολέμων παράλογός ἐστι, δίκῃ μὲν οὐδὲν τῶν τὰ πράγματα ἐχόντων νομιζόντων, πρὸς δὲ δὴ τάς τε ἀεὶ χρείας καὶ τὰ συμφέροντά σφων τό τε φίλιον καὶ τὸ πολέμιον ἐξεταζόντων, καὶ διὰ τοῦτο τοὺς αὐτοὺς τοτὲ μὲν ἐχθροὺς τοτὲ δὲ ἐπιτηδείους σφίσι πρὸς τὸν καιρὸν ἡγουμένων.
συνθέμενοι δʼ οὖν ταῦτʼ ἐν τοῖς στρατοπέδοις τοῖς περὶ τὸ Βρεντέσιον εἱστίασαν ἀλλήλους, Καῖσαρ μὲν στρατιωτικῶς τε καὶ ῥωμαϊκῶς,
Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰγυπτίως. κατηλλαγμένων δὲ αὐτῶν, ὥς γε ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ στρατιῶται οἱ τότε τῷ Καίσαρι συνόντες ἀπῄτουν παρʼ αὐτοῦ τὰ χρήματα ἃ πρὸ pro\ Rk., a)po\ LM cod. Peir. Zon. τῆς μάχης τῆς πρὸς τοῖς Φιλίπποις γενομένης ὑπέσχοντό σφισι· διʼ ἃ di) a(\ cod. Peir., dia\ LM. καὶ ἐς τὴν Ἀσίαν, ὅπως
ὅτι πλεῖστα ἀθροίσειεν, ἔσταλτο. κἂν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μή σφας ὁ Καῖσαρ ἐπελπίσας πῃ κατέσχε. καὶ μετὰ τοῦτο τούς τε ἀφηλικεστέρους τῶν στρατιωτῶν ἐς τὰς ἀποικίας, μὴ καὶ ἐπὶ πλεῖον στασιάσωσιν, ἐξέπεμψαν,
καὶ τοῦ πολέμου ἥπτοντο. ὁ γὰρ Σέξτος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν κατὰ τὰς συνθήκας τὰς πρὸς τὸν Ἀντώνιόν οἱ γενομένας ὡς καὶ τῷ Καίσαρι μετʼ αὐτοῦ πολεμήσων, μαθὼν δὲ τὴν σύμβασίν σφων αὐτὸς μὲν ἐς τὴν Σικελίαν ἀνεκομίσθη, Μηνᾷ δὲ ἐξελευθέρῳ οἱ, ᾧ πάνυ προσέκειτο, ἐκέλευσε μέρει τοῦ ναυτικοῦ περιπλέοντι
κακουργεῖν τὰ τῶν ἐναντίων. καὶ ὃς τῆς τε Τυρσηνίας πολλὰ ἐκάκωσε, καὶ Μᾶρκον Τίτιον Τιτίου, τῶν τε ἐπικηρυχθέντων καὶ τότε τῷ Σέξτῳ συνόντων, υἱὸν ὄντα καὶ ναῦς ἐπὶ ἰδίᾳ δυναστείᾳ συγκροτοῦντα, κἀν τῷ Ναρβωνησίῳ ἔθνει ναυλοχοῦντα,
ἐζώγρησε. καὶ ὃς ἔπαθε μὲν κακὸν οὐδέν (διά τε γὰρ τὸν πατέρα, καὶ διότι τὸ ὄνομα τοῦ Σέξτου ἐν ταῖς ἀσπίσιν οἱ στρατιῶται αὐτοῦ ἔφερον, ἐσώθἠ, οὐ μέντοι καὶ καλῶς τὸν εὐεργέτην ἠμείψατο, ἀλλὰ καὶ κατεπολέμησεν αὐτὸν καὶ κατεφόνευσεν, ὥστε καὶ τοῦτʼ ἐν τοῖς μάλιστα
τῶν ὁμοίων μνημονευθῆναι. ὁ δʼ οὖν Μηνᾶς ταῦτά τε οὕτως ἔπραξε, καὶ ἐπὶ Σαρδὼ πλεύσας συνέβαλε Μάρκῳ Λουρίῳ τῷ ἄρχοντι αὐτῆς, καὶ τὰ μὲν πρῶτα ἐτράπετο, ἔπειτα δὲ παρὰ δόξαν αὐτὸν ἀπερισκέπτως ἐπιδιώκοντα ὑποστὰς ἀντεπεκράτησε.
καὶ μετὰ τοῦτο ἐκλιπόντος αὐτοῦ τὴν νῆσον κατέσχε τὰ μὲν ἄλλα ὁμολογίᾳ, τὴν δὲ Κάραλιν *ka/ralin Palmerius, a)/radin LM. πολιορκίᾳ· συχνοὶ γὰρ ἐκ τῆς μάχης ἐς αὐτὴν κατεπεφεύγεσαν. τῶν γε μὴν ἁλόντων ἄλλους τε καὶ Ἕλενον, ἐξελεύθερόν τε τοῦ Καίσαρος ὄντα καὶ ἀρέσκοντα αὐτῷ τὰ μάλιστα, ἀφῆκεν ἄνευ λύτρων, εὐεργεσίαν τε ἐς τὸν Καίσαρα πόρρωθεν προκατατιθέμενος καὶ καταφυγὴν ἑαυτῷ προπαρασκευάζων, εἴ τι παρʼ αὐτοῦ δεηθείη.
καὶ ὁ μὲν ταῦτʼ ἐποίει· οἱ δὲ ἐν τῇ Ῥώμῃ, ὡς ἥ τε Σαρδὼ εἴχετο καὶ ἡ παραλία ἐπορθεῖτο, τῆς τε σιτοπομπίας ἐστέρηντο, καὶ ὁ λιμὸς τά τε τέλη πολλὰ καὶ παντοῖα καθιστάμενα καὶ προσέτι καὶ συντέλειαι τοῖς τοὺς δούλους ἔχουσι
προστασσόμεναι δεινῶς αὐτοὺς ἐλύπουν, οὐκέθʼ ἡσύχαζον, ἀλλʼ ὅσον ἐπὶ ταῖς τοῦ Ἀντωνίου καὶ τοῦ Καίσαρος καταλλαγαῖς, ὡς καὶ σφετέρας εἰρήνης τῆς ἐκείνων ὁμονοίας οὔσης, ἥσθησαν, τοσοῦτον ἢ καὶ πλεῖον ἐπὶ τῷ πρὸς τὸν Σέξτον
σφῶν πολέμῳ ἤσχαλλον. ἐν δʼ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε ta/s te Leuncl., e)/s te ta\s LM. πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες, καὶ τὴν Ὀκταουίαν τὴν τοῦ Καίσαρος ἀδελφὴν γυναῖκα τῷ Ἀντωνίῳ, ἐπειδὴ ὁ ἀνὴρ αὐτῆς
ἐτετελευτήκει, καὶ κυοῦσαν προμνησάμενοι, τοσαύτῃ μεταβολῇ ἐχρήσαντο e)xrh/santo L, e)xrh/sato M. ὥστε τὸ μὲν πρῶτον κατὰ συστάσεις γιγνόμενοι ἢ καὶ ἐπὶ θέαν τινὰ ἀθροιζόμενοι παρεκάλουν σφᾶς εἰρηνῆσαι καὶ πολλὰ ἐπὶ τούτῳ ἐπεβόων, ὡς δὲ οὐκ ἐπείθοντο, ἠλλοτριώθησάν τε αὐτοῖς καὶ πρὸς τὸν
Σέξτον ἀπέκλιναν. καὶ ἄλλα τε ἐπὶ θεραπείᾳ αὐτοῦ διεθρόουν, καὶ ἐν ταῖς ἱπποδρομίαις κρότῳ τε πολλῷ τὸ τοῦ Ποσειδῶνος ἄγαλμα πομπεῦον ἐτίμων καὶ ἡδονὴν ἐπʼ αὐτῷ πολλὴν ἐποιοῦντο. ἐπεί e)pei Xyl., e)pi\ LM. τε ἡμέραις τισὶν οὐκ ἐσήχθη, τούς τε ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐκ τῆς ἀγορᾶς ἐξήλασαν καὶ ἐκείνων τὰς εἰκόνας κατέβαλον, καὶ τέλος, ἐπειδὴ μηδʼ ὥς τι ἐπεραίνετο, σπουδῇ ἐπʼ αὐτοὺς
ὡς καὶ ἀποκτενοῦντές σφας ὥρμησαν. καὶ ὁ μὲν Καῖσαρ, καίτοι τρωθέντων τῶν ἀμφʼ αὐτὸν ὄντων, τήν τε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, ὁ δʼ Ἀντώνιος βιαιότερόν σφισι προσηνέχθη. καὶ διὰ τοῦτο ὅτι μάλιστα o(/ti ma/lista Reim., e)/ti ma/lista LM. ὀργισθέντων τέ σφων καὶ ἐπὶ τούτῳ καὶ δεινόν τι πράξειν προσδοκηθέντων, ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι.
κἀν τούτῳ τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους, καίπερ ἐπʼ ἐξόδῳ ἤδη τοῦ ἔτους ὄντος, παύσαντες ἄλλους a)/llous M, a)llh/lous L. ἀντικατέστησαν, βραχὺ φροντίσαντες
εἰ καὶ ἐπʼ ὀλίγας ἡμέρας ἄρξουσι. καὶ εἷς γε τῶν τότε ὑπατευσάντων Λούκιος Κορνήλιος Βάλβος ἐγένετο, Γαδειρεύς τε ὢν καὶ πλούτῳ καὶ μεγαλονοίᾳ τοσοῦτον tosou=ton Xiph., tosau/th| LM. τοὺς καθʼ ἑαυτὸν ἀνθρώπους ὑπερενεγκὼν ὥστε καὶ δωρεὰν τοῖς Ῥωμαίοις ἀνὰ πέντε καὶ εἴκοσι δραχμὰς τελευτῶν
καταλιπεῖν. τοῦτό τε οὖν ἐποίησαν, καὶ ἐν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ ἀγορανόμου τινὸς ἀποθανόντος ἕτερον ἐς τὰς λοιπὰς ὥρας ἀνθείλοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ τό τε ὕδωρ τὸ Ἰούλιον
ὠνομασμένον ἐς τὴν πόλιν ἐπωχετεύθη, καὶ ἡ πανήγυρις ἡ ἐπὶ τῷ πολέμῳ τῷ πρὸς τοὺς σφαγέας εὐχθεῖσα ὑπὸ u(po\ Reim., a)po\ LM. τῶν ὑπάτων ἐποιήθη. τά τε τοῖς ἑπτὰ ἀνδράσιν ὠνομασμένοις προσήκοντα οἱ ποντίφικες, ἐπειδὴ μηδεὶς ἐκείνων παρῆν, ἐπετέλεσαν· καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο.