Book 48
27.4
Πάρθων σκηπτόμενος προεβάλλετο. καὶ οὕτως οὔτε τοῖς συμμάχοις διὰ τὸν Σέξτον δῆθεν οὔτε τῇ Ἰταλίᾳ διʼ ἐκείνους ἐπεκούρησεν, ἀλλὰ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς ἐς τὴν Ἑλλάδα διέβαλε, κἀνταῦθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ συμμίξας τόν τε Καίσαρα πολέμιον ἐποιήσατο
27.5
καὶ τῷ Σέξτῳ φιλίαν ἐσπείσατο. καὶ μετὰ τοῦτο ἐς τὴν Ἰταλίαν περαιωθεὶς Σειφοῦντα seifou=nta LM; but Dio probably srote *sipou=nta, the regular Greek form. μὲν ἔσχε, Βρεντέσιον δὲ μὴ ἐθελῆσάν οἱ προσχωρῆσαι ἐπολιόρκει.
28.1
πράσσοντος δὲ αὐτοῦ ταῦτα ὁ Καῖσαρ τάς τε δυνάμεις (ἐκ γὰρ τῆς Γαλατίας ἤδη παρῆνʼ ἤθροισε, καὶ Πούπλιον *pou/plion R. Steph., pouple/ion LM. μὲν Σερουίλιον Ῥοῦλλον πρὸς Βρεντέσιον, Ἀγρίππαν δὲ ἐπὶ Σειφοῦντα seifou=nta LM; but Dio probably srote *sipou=nta, the regular Greek form. ἔπεμψε· καὶ οὗτος μὲν βίᾳ τὴν πόλιν εἷλε, τῷ δὲ δὴ Σερουιλίῳ ὁ Ἀντώνιος ἐξαίφνης προσπεσὼν πολλοὺς μὲν ἔφθειρε
28.2
πολλοὺς δὲ καὶ παρεστήσατο. συνερρωγότων τε οὖν αὐτῶν ou)=n au)tw=n M, e(autw=n L. ἐς τὸν πόλεμον, καὶ διαπεμπόντων πρός τε τὰς πόλεις καὶ πρὸς τοὺς ἐστρατευμένους, ὁπόθεν τινὰ ὠφελίαν w)feli/an Bs., w)fe/leian LM. προσλήψεσθαι ἐνόμιζον, ἥ τε ἄλλη Ἰταλία αὖθις ἐταράσσετο καὶ ἡ Ῥώμη ὅτι μάλιστα, καὶ οἱ μὲν ἤδη πρὸς ἑκάτερον μεθίσταντο, οἱ δὲ de\ Bk., te LM. ἔμελλον. μετεώρων δὲ αὐτῶν τε te Bk., te kai\ LM. ἐκείνων καὶ τῶν συμπολεμησόντων σφίσιν ὄντων,