Book 48
21.6
κατέκλεισε. τόν τε Κορνουφίκιον ἐπαμυνοῦντα ἀπατήσας a)path/sas Xyl., a)panth/sas LM. ὡς καὶ ἑαλωκότος ἐκείνου καὶ ἐς ἀθυμίαν ἐμβαλὼν ἥττησε, καὶ αὐτόν τε ἐν τῇ μάχῃ ἀπέκτεινε καὶ τὸν Λαίλιον ἐπεξελθόντα ὡς καὶ κατὰ νώτου σφίσι προσπεσούμενον.
22.1
πράξας δὲ ταῦτα τήν τε Ἀφρικὴν κατέσχε καὶ ἑκατέρου τοῦ ἔθνους ἀδεῶς ἦρχε, μέχρις οὗ ὁ Καῖσαρ ἐκ τῶν συνθηκῶν τῶν πρός τε τὸν Ἀντώνιον καὶ τὸν Λέπιδόν οἱ γενομένων τὴν ἀρχὴν αὐτῶν λαβὼν Γάιόν σφισι Φουφίκιον Φάγγωνα προσέταξε· τότε γὰρ ἑκὼν δὴ τῶν ἐθνῶν ἐξέστη.
22.2
ὡς μέντοι ἥ τε μάχη ἡ κατὰ τὸν Βροῦτον τόν τε Κάσσιον ἐγένετο, καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος τά τε ἄλλα ἀνεδάσαντο, καὶ τῆς Λιβύης Καῖσαρ μὲν τὴν Νουμιδίαν Ἀντώνιος δὲ τὴν Ἀφρικὴν ἔλαβεν (ὁ γὰρ Λέπιδος ἐν αὐτοῖς ὀνόματι au)toi=s o)no/mati Polak, toi=s o)no/masi LM. μόνον, ὥσπερ εἶπον, ἦρχε, καὶ πολλάκις γε οὐδὲ τοῦτο ἐν τοῖς
22.3
γράμμασι προσενεγράφετὀ, ὡς οὖν ταῦτά τε οὕτως ἐγένετο καὶ ἡ Φουλουία τὴν Ἀφρικὴν αὐτῷ παραλαβεῖν ἐκέλευσεν (ἐν γὰρ τῇ Λιβύῃ καὶ τότε ἔτι, πρόφασιν μὲν διὰ τὸν χειμῶνα, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι νεωτερισθήσοιτό τι, ἐνδιέτριψἐ, τὸν μὲν Φάγγωνα οὐκ ἔπεισε τῆς χώρας ἐκστῆναι, τοὺς δὲ ἐπιχωρίους ἀχθομένους οἱ (ἔν τε γὰρ τῷ μισθοφορικῷ ἐστράτευτο· πολλοὶ γὰρ καὶ τῶν τοιούτων ἐς τὸ βουλευτήριον, ὥσπερ εἴρηταί μοι, κατελελέχατο· katelele/xato Xyl., katelelo/xato LM. καὶ κακῶς αὐτῶν ἦρχἐ προσηταιρίσατο.