Book 48
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ὀγδόῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Καῖσαρ Φουλουίᾳ καὶ Λουκίῳ Ἀντωνίῳ ἐπολέμησεν. β. ὡς Σέξτος Πομπήιος Σικελίαν κατέσχεν. γ. ὡς Πάρθοι τὰ μέχρι τοῦ Ἑλλησπόντου κατέσχον. δ. ὡς Καῖσαρ καὶ Ἀντώνιος πρὸς Σέξτον συνέθεντο. ε. ὡς Πούπλιος Οὐεντίδιος *ou)enti/dios R. Steph., ou)entou/dios LM. Πάρθους ἐνίκησε καὶ τὴν Ἀσίαν ἐκτήσατο. ζ. ὡς Καῖσαρ Σέξτῳ πολεμεῖν polemei=n Bs., polemh/sein LM. ἤρξατο η. περὶ Βαιῶν. χρόνου πλῆθος ἔτη πέντε, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Λ. Ἀντώνιος Μ. υἱ. Πιέτας Π. Σερουίλιος Π. υἱ. Ἰσαυρικὸς *)isauriko\s R. Steph., sauriko\s LM. τὸ β ὕπ. to\ b u(/p. Bs., u(/patos to\ b LM. Γν. Δομίτιος Μ. υἱ. Καλουῖνος *kaloui=nos H. Steph., kalouh=nos LM. τὸ β Γ. Ἀσίννιος Γν. LM omit from *gn. ui(. to *g. *kaloui/sios. Thorbeeke supplied *gn. ui(. Xyl. *pwli/wn *(polli/wn', *l. *mo/rkios, and *g. *kaloui/sios, Bs. l. ui(. *khnswri=nos. υἱ. Πωλίων ὕπ. λ. Μάρκιος Λ. υἱ. Κηνσωρῖνος Γ. Καλουίσιος Γ. υἱ. Σαβῖνος ὕπ. Ἄππιος Κλαύδιος *klau/dios Kyl., k(??) LM. γ. υἱ. Ποῦλχρος Γ. Νωρβανὸς *g. *nwrbano\s Xyl., g m w)rbano\s LM. γ. υἱ. Φλάκκος ὕπ. μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας Λ. Κανίνιος Λ. υἱ. Γάλλος ὕπ. u(/p. Supplied by Bs.
ὁ μὲν οὖν Βροῦτος ὅ τε Κάσσιος οὕτως ἀπώλοντο, τοῖς ξίφεσιν οἷς τὸν Καίσαρα ἀπεχρήσαντο σφαγέντες· οἵ τε ἄλλοι οἱ τῆς ἐπʼ αὐτὸν ἐπιβουλῆς μετασχόντες, οἱ μὲν πρότερον, οἱ δὲ τότε, οἱ δὲ μετὰ ταῦτα, πλὴν πάνυ ὀλίγων, ἐφθάρησαν, ὥς που τό τε δίκαιον ἔφερε καὶ τὸ δαιμόνιον ἦγεν ἄνδρα αὐτοὺς εὐεργέτην σφῶν, sfw=n R. Steph., e)fw=n LM. ἐς τοσοῦτον καὶ τῆς ἀρετῆς καὶ τῆς τύχης προχωρήσαντα, ἀποκτείναντας
παθεῖν. ὁ δὲ δὴ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοῦ μὲν Λεπίδου παραχρῆμα, ἅτε μὴ συννικήσαντός σφισιν, ἐπλεονέκτησαν, ἔμελλον δὲ καὶ ἐπʼ ἀλλήλους οὐκ ἐς μακρὰν τρέψεσθαι· χαλεπὸν γὰρ ἄνδρας τρεῖς ἢ καὶ δύο ὁμοτίμους, ἐγκρατεῖς τηλικούτων ἐκ πολέμου πραγμάτων
γενομένους, ὁμονοῆσαι. καὶ διὰ τοῦτο ὅσα τέως ἐπὶ τῇ τῶν ἀνθισταμένων σφίσι καταλύσει συμφρονήσαντες κατέπραξαν, ταῦτα τότε ἆθλα τῆς πρὸς ἀλλήλους φιλοτιμίας ἤρξαντο ποιεῖσθαι. τήν τε γὰρ ἀρχὴν αὐτίκα ἀνεδάσαντο, καὶ Καίσαρι μὲν ἥ τε Ἰβηρία καὶ ἡ Νουμιδία, Ἀντωνίῳ δὲ ἥ τε Γαλατία καὶ ἡ Ἀφρικὴ ἐγένετο· καὶ συνέθεντο ὥστʼ, ἄν τινα ἀγανάκτησιν ὁ Λέπιδος ἐπὶ τούτῳ
ποιήσηται, τῆς Ἀφρικῆς αὐτῷ ἐκστῆναι. ταῦτα δὲ δὴ μόνα διέλαχον, ὅτι Σαρδὼ μὲν καὶ Σικελίαν ὁ Σέξτος ἔτι κατεῖχε, τὰ δʼ ἄλλα τὰ ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. ἐκείνης γὰρ δὴ πέρι οὐδὲν δέομαι λέγειν ὅτι ἐξαίρετος ἀεί ποτε ἐν τοῖς τοιούτοις ἔμενεν· οὐδὲ γὰρ οὐδʼ ὡς περὶ αὐτῆς ποτε, ἀλλʼ ὡς ὑπὲρ αὐτῆς ἀγωνιζόμενοι τοὺς
λόγους ἐποιοῦντο. ἐν κοινῷ οὖν ταῦτα ἀφέντες, Ἀντώνιος μὲν τήν τε κατάστασιν τῶν ἀντιπολεμησάντων σφίσι καὶ τὴν ἀργυρολογίαν τὴν ἐς τὰ χρήματα τὰ ta\ supplied by Rk. τοῖς στρατιώταις ἐπαγγελθέντα ἀνεδέξατο, Καῖσαρ δὲ τόν τε Λέπιδον, ἄν τι παρακινῇ, κολοῦσαι, kolou=sai LM, kwlu=sai Xiph., Zon. (kalu/swn'. καὶ τῷ Σέξτῳ προσπολεμῆσαι,
τήν τε χώραν ἣν τοῖς συστρατευομένοις σφίσιν ὑπέσχηντο κατανεῖμαι τοῖς ἔξω τῆς ἡλικίας αὐτῶν οὖσιν, οὓς καὶ εὐθὺς διῆκαν. καὶ προσέτι οὗτος μὲν δύο τῷ Ἀντωνίῳ στρατόπεδα τῶν συνόντων οἱ συνέπεμψεν, ἐκεῖνος δὲ ἕτερα ἐκ τῶν ἐν τῇ Ἰταλίᾳ τότε ὄντων ἴσα ἀντιδώσειν αὐτῷ ἐπηγγείλατο.
ταῦθʼ οὕτω ou(/tw M, ou(/tws L. κατὰ μόνας συνθέμενοι καὶ γράψαντες καὶ κατασημηνάμενοι, τά τε γραμματεῖα ἀλλήλοις ἀντέδοσαν, ἵνʼ, ἄν τι παραβαθῇ, parabaqh=| St., parabanqh=i LM. ἐξ αὐτῶν ἐλεγχθῇ, καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς τὴν Ἀσίαν Καῖσαρ δὲ ἐς τὴν Ἰταλίαν ἀφωρμήθη.
καὶ αὐτὸν ἡ νόσος ἔν τε τῇ πορείᾳ καὶ ἐν τῷ πλῷ ἰσχυρῶς ἐπίεσεν, ὥστε καὶ θανάτου δόξαν τοῖς ἐν τῇ Ῥώμῃ παρασχεῖν. οὐ μέντοι καὶ ὑπὸ τῆς ἀρρωστίας τοσοῦτον ὅσον ἐπὶ παρασκευῇ κακοῦ τινος χρονίζειν αὐτὸν ἐνόμιζον, κἀκ τούτου πάνθʼ ὅσα ἐνεδέχετό σφας παθεῖν ὑπετόπουν.
καίτοι ἄλλα τε ἐπὶ τῇ νίκῃ πολλὰ αὐτοῖς ἐψηφίσαντο, ἅπερ που καὶ τοῖς ἑτέροις ἄν, εἰ ἐκεκρατήκεσαν, ἐδέδοτο (ἐν γὰρ δὴ τοῖς τοιούτοις τό τε ἀπολωλὸς πάντες ἀεὶ κατατρέχουσι καὶ τὸ κρατῆσαν τιμῶσἰ, καὶ δὴ καὶ ἱερομηνίας ἐν ἅπαντι ὡς εἰπεῖν τῷ ἔτει καὶ ἄκοντες ἄγειν ἔγνωσαν· τοῦτο γάρ σφισιν ὁ Καῖσαρ ἐπὶ τῇ τῶν σφαγέων
τιμωρίᾳ ἄντικρυς ποιῆσαι ἐκέλευσε. χρονίζοντος δʼ οὖν αὐτοῦ λόγοι τε παντοδαποὶ ἐθρυλοῦντο καὶ παθήματα ἀπʼ αὐτῶν παντοῖα συνέβαινε. τά τε γὰρ ἄλλα καὶ οἱ μὲν ὡς τέθνηκε διεθρόουν, καὶ ἡδονὴν πολλοῖς ἐνέβαλλον, οἱ δὲ ὡς κακόν τι
βουλεύοιτο, καὶ φόβον συχνοῖς ἐνεποίουν. καὶ διὰ τοῦτο οἱ μὲν τὰ σφέτερα συνέκρυπτον καὶ ἑαυτοὺς ἐν φυλακῇ ἐποιοῦντο, οἱ δὲ ὅπῃ ποτὲ ἀποδράσοιντο διεσκόπουν. ἄλλοι, καὶ οἵ γε πλείους, οὐδὲ ἐπινοῆσαί τι ὑπὸ τοῦ σφοδροῦ δέους δυνάμενοι, παρεσκευάζοντο ὡς καὶ πάντως ἀπολούμενοι.
βραχύ τέ τι καὶ κομιδῇ σμικρὸν τὸ θαρσοῦν ἦν· ἐκ γὰρ δὴ τῆς πρόσθεν πολλῆς καὶ ποικίλης καὶ τῶν ἀνθρώπων καὶ τῶν χρημάτων φθορᾶς οὐδὲν ὅ τι οὐχὶ καὶ τῶν ὁμοίων καὶ τῶν χειρόνων, ἅτε καὶ παντελῶς κεκρατημένοι, προσεδέχοντο.
ὅθενπερ καὶ ὁ Καῖσαρ φοβηθεὶς μή τι ἄλλως τε καὶ τοῦ Λεπίδου παρόντος νεοχμώσωσιν, ἐπέστειλε τῇ γερουσίᾳ θαρσεῖν τε αὐτῇ παραινῶν, καὶ προσυπισχνούμενος πάντα καὶ πρᾴως καὶ φιλανθρώπως κατὰ τὸν πατέρα to\n pate/ra Rk., to\n paro/nta LM, ta\ paro/nta Xyl. ποιήσειν.
τότε μὲν δὴ ταῦτʼ ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὀνόματι μὲν ὅ τε Σερουίλιος ὁ Πούπλιος καὶ ὁ Ἀντώνιος ὁ Λούκιος, ἔργῳ δὲ οὗτός τε καὶ ἡ Φουλουία ὑπάτευσαν· τοῦ τε γὰρ Καίσαρος πενθερὰ καὶ τοῦ Ἀντωνίου γυνὴ οὖσα τόν τε Λέπιδον ὑπὸ νωθείας παρʼ οὐδὲν ἦγε καὶ αὐτὴ τὰ πράγματα διεχείριζεν, ὥστε μήτε τὴν βουλὴν μήτε τὸν δῆμον ἄλλο τι παρὰ τὸ ἐκείνῃ δοκοῦν χρηματίζειν.
τοῦ γοῦν Λουκίου αὐτοῦ σπουδάζοντος ἐπινίκιά τινων ἐν ταῖς Ἄλπεσιν οἰκούντων, ὡς καὶ νικήσαντός σφας, πέμψαι, τέως μὲν ἡ Φουλουία ἀντέλεγεν, οὐδείς οἱ συνεχώρησεν, ἐπεὶ δὲ ἐκείνη θεραπευθεῖσα
ἐπέτρεψε, πάντες ἐψηφίσαντο, ὥστε τῷ μὲν λόγῳ τὸν Ἀντώνιον καθʼ ὧνπερ κεκρατηκέναι ἔλεγεν (οὔτε γὰρ ἔπραξέ τι νικητηρίων ἄξιον, οὔθʼ ὅλως ἡγεμονίαν ἐν τοῖς χωρίοις ἐκείνοις ἔσχἐ, τῇ δʼ ἀληθείᾳ τὴν Φουλουίαν LM here exhibit a gap of almost three lines. καὶ πομπεῦσαι. πολὺ γοῦν πλεῖον ἐκείνου, ἅτε καὶ ἀληθέστερον,
ἐσεμνύνετο· τὸ γὰρ δοῦναί τινι ἐξουσίαν τῆς τῶν νικητηρίων πέμψεως μεῖζον τοῦ διεορτάσαι αὐτὰ παρʼ ἑτέρου λαβόντα ἦν. πλήν γε ὅτι τήν τε σκευὴν τὴν ἐπινίκιον ὁ Λούκιος ἐνεδύσατο καὶ τοῦ ἅρματος ἐπέβη, τά τε ἄλλα τὰ καθήκοντα ἐπὶ τοῖς τοιούτοις ἔπραξεν, αὐτὴ au)th\ Leuncl., au(/th LM. ἡ Φουλουία τὴν πανήγυριν, ὑπηρέτῃ ἐκείνῳ χρωμένη, ποιεῖν
ἔδοξεν. ἤχθη δὲ ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ. καὶ ἐπί τε τούτῳ ὁ Λούκιος ἐξ ἴσου τῷ Μαρίῳ ἐσεμνύνετο, ὅτι ἐν τῇ νουμηνίᾳ αὐτήν, ἐν ᾗ ὑπατεύειν ἤρξατο, ἐπετέλεσε· καὶ προσέτι καὶ ὑπὲρ ἐκεῖνον ἠγάλλετο, λέγων αὐτὸς μὲν ἐθελοντὴς τά τε τῆς πομπῆς κοσμήματα ἀποτεθεῖσθαι καὶ τὴν βουλὴν ἐν τῇ ἀγοραίῳ στολῇ ἠθροικέναι, τὸν δὲ
δὴ Μάριον ἄκοντα αὐτὰ πεποιηκέναι. προσετίθει τε ὅτι ἐκείνῳ μὲν ἤ τις ἢ οὐδεὶς στέφανος ἐδόθη, αὐτὸς δὲ ἄλλους τε καὶ παρὰ τοῦ δήμου κατὰ φυλήν, ὃ μηδενὶ τῶν προτέρων ἐγεγόνει, διά τε τὴν Φουλουίαν καὶ διὰ τὰ χρήματα ἃ λάθρᾳ τισὶν ἀνάλωσεν, ἔλαβεν.
ἐν δʼ οὖν τῷ ἔτει τούτῳ ἔς τε τὴν Ῥώμην ὁ Καῖσαρ ἀφίκετο, καὶ τὰ νομιζόμενα ἐπὶ τῇ νίκῃ ποιήσας πρός τε τὴν διοίκησιν καὶ πρὸς τὴν διαγωγὴν τῶν πραγμάτων ἐτράπετο. ὅ τε γὰρ Λέπιδος, τὰ μὲν τῷ φόβῳ αὐτοῦ τὰ δὲ καὶ τῇ τῆς γνώμης ἀσθενείᾳ, οὐδὲν ἐνεωτέρισε· καὶ ὁ Λούκιος ἥ τε Φουλουία, ὡς καὶ συγγενεῖς καὶ κοινωνοὶ τῆς ἡγεμονίας αὐτῷ ὄντες, ἡσύχασαν τήν τε πρώτην.
προϊόντος γὰρ δὴ τοῦ χρόνου διηνέχθησαν, οἱ μὲν ὅτι τοῦ μέρους τῆς τῶν ἀγρῶν νομῆς τοῦ τῷ Ἀντωνίῳ προσήκοντος οὐ μετέσχον, ὁ δὲ ὅτι τὰ στρατεύματα παρʼ αὐτῶν οὐκ ἀντέλαβε. κἀκ τούτων ἥ τε συγγένεια αὐτῶν ἡ ἐκ τῆς ἐπιγαμίας διελύθη, καὶ πρὸς πόλεμον ἐμφανῆ προήχθησαν. proh/xqhsan M cod. Peir., prohne/xqhsan L.
ὁ γὰρ Καῖσαρ τὴν χαλεπότητα τῆς πενθερᾶς μὴ φέρων (ἐκείνῃ γὰρ μᾶλλον ἢ τῷ Ἀντωνίῳ διαφέρεσθαι δοκεῖν ἐβούλετὀ τὴν θυγατέρα αὐτῆς ὡς καὶ παρθένον ἔτι οὖσαν, ὃ καὶ ὅρκῳ ἐπιστώσατο, ἀπεπέμψατο, οὐκ ὀκνήσας οὔτε εἰ τοσοῦτον ἄλλως ἡ γυνὴ πεπαρθενεῦσθαι παρʼ αὐτῷ χρόνον νομισθείη, οὔτε πρὸς τὴν παρασκευὴν τῶν ἐσομένων εἰ ἐκ πολλοῦ δόξειεν αὐτὸ προβεβουλευκέναι.
γενομένου δὲ τούτου οὐδὲν ἔτι φίλιον ἐποίουν, ἀλλʼ ὅ τε Λούκιος μετὰ τῆς Φουλουίας τῶν τε πραγμάτων, ὡς καὶ ὑπὲρ τοῦ Μάρκου ταῦτα δρῶν, ἀντελαμβάνετο καὶ οὐδενὸς αὐτῷ au)tw=| Bk., au)tw=n LM. ὑφίετο (διὰ γὰρ τὴν πρὸς τὸν ἀδελφὸν εὐσέβειαν καὶ ἐπωνυμίαν
ἑαυτῷ Πιέταν ἐπέθετὀ, καὶ ὁ Καῖσαρ τὸν μὲν Μᾶρκον οὐδὲν δῆθεν ᾐτιᾶτο, μὴ καὶ ἐκπολεμώσειεν αὐτὸν τὰ ἐν ta\ e)n R. Steph., tan LM. τῇ Ἀσίᾳ ἔθνη διέποντα, die/ponta Leuncl., die/xonta LM. ἐκείνοις δὲ δὴ καὶ ἐπεκάλει καὶ ἀντέπραττεν ὡς καὶ παρὰ τὴν γνώμην αὐτοῦ πάντα ποιοῦσι καὶ δυναστείας ἰδίας ἐπιθυμοῦσιν.
ἦν δὲ ἐν τῇ κληρουχίᾳ ἀμφοτέροις ἡ πλείστη τῆς δυνάμεως ἐλπίς, καὶ διὰ τοῦθʼ ὑπὲρ αὐτῆς πρῶτον ἀρξάμενοι διεφέροντο. ὅ τε γὰρ Καῖσαρ αὐτὸς πᾶσιν τοῖς τε ἑαυτῷ καὶ τοῖς τῷ Ἀντωνίῳ συστρατευσαμένοις ἤθελεν αὐτὴν κατὰ τὰς συνθήκας τὰς μετὰ τὴν νίκην αὐτοῖς γενομένας, ὅπως
ἐς εὔνοιάν σφας ὑπαγάγηται, ποιήσασθαι· καὶ ἐκεῖνοι τήν τε ἐπιβάλλουσαν τοῖς σφετέροις κληρουχῆσαι καὶ τὰς πόλεις αὐτοὶ ἀποικίσαι ἠξίουν, ἵνα τὴν ἰσχὺν αὐτῶν σφετερίσωνται. καὶ γὰρ ἑτοιμότατον ἀμφοτέροις ἐδόκει εἶναι τὰ τῶν ἀόπλων τοῖς συμπολεμήσασι χαρίσασθαι. ὡς δʼ οὖν d' ou)=n Pflugk, gou=n LM. παρὰ τὴν δόξαν αὐτῶν πολλὴ ταραχὴ ἐγίγνετο καὶ τὸ πρᾶγμα ἐς πόλεμον προήγετο
(πᾶσαν γὰρ κατʼ ἀρχὰς τὴν Ἰταλίαν, πλὴν εἴ τί τις ti/ tis Rk., ti/s ti Leuncl., tis LM. τῶν ἐστρατευμένων ἐν δωρεᾶς μέρει λαβὼν ἢ καὶ ἐκ τοῦ δημοσίου πριάμενος εἶχε, μετά τε τῆς δουλείας καὶ μετὰ τῆς ἄλλης κατασκευῆς τοὺς δεσπότας ὁ Καῖσαρ ἀφῃρεῖτο καὶ ἐκείνοις ἐδίδου, καὶ διὰ τοῦτο τῶν κτημάτων ἀποστερούμενοι
δεινῶς πρὸς αὐτὸν ἠγανάκτουνʼ, μετεβάλοντο meteba/lonto Bk., meteba/llonto LM. ἥ τε Φουλουία καὶ ὁ ὕπατος, πλείω δύναμιν ἐν τοῖς ἑτέροις τοῖς ἀδικουμένοις σχήσειν ἐλπίσαντες, καὶ τῶν μὲν ληψομένων τοὺς ἀγροὺς ἠμέλησαν, πρὸς δὲ ἐκείνους, ἅτε καὶ πλείονας ὄντας καὶ ὀργὴν δικαίαν ὑπὲρ ὧν ἀπεστεροῦντο
ποιουμένους, ἐτράποντο. κἀκ τούτου ὑπολαμβάνοντες αὐτοὺς ὡς ἑκάστους καὶ συνῄροντο καὶ συνίστων, ὥστε καὶ τοὺς ἐν τῷ πρὶν τὸν Καίσαρα φοβουμένους τότε προστατῶν ἐπιλαβομένους ἀναθαρσῆσαι καὶ μηδενὸς ἔτι τῶν οἰκείων ἀφεῖσθαι· καὶ γὰρ καὶ τῷ Μάρκῳ ταῦτα συνδοκεῖν ἐνόμιζον.
τούτους τε οὖν ὅ τε Λούκιος καὶ ἡ Φουλουία προσεποιοῦντο, καὶ τοῖς ἑτέροις τοῖς ἀμφὶ τὸν Καίσαρα οὐδὲν προσέκρουον. οὐ γὰρ ὡς οὐ ou) supplied by Rk. δέον αὐτοὺς κληρουχῆσαί τινα προεβάλλοντο, ἀλλὰ ἀρκοῦντα αὐτοῖς τὰ τῶν ἀντιπολεμησάντων
σφίσιν ἀπέφαινον, καὶ μάλισθʼ ὅτι καὶ χωρία καὶ ἔπιπλα τὰ μὲν ἔτι τότε ὄντα τὰ δὲ ta\ de\ supplied by Xyl. καὶ πεπραμένα ἀπεδείκνυσαν, ὧν τὰ μὲν αὐτὰ τῶν δὲ τὴν τιμὴν ἔφασκον αὐτοῖς δοθῆναι χρῆναι. εἰ δʼ οὖν μηδὲ ταῦτά σφισιν ἀρκέσειε, ταῖς γε ge R. Steph., te LM. ἐκ τῆς Ἀσίας ἐλπίσι πάντας αὐτοὺς ἀνηρτῶντο.
ὥστε ταχὺ ἐκ τούτων συνέβη Καίσαρα μέν, ἅτε καὶ βίᾳ τὰ τῶν κεκτημένων τι ἀφαιρούμενον καὶ πόνους ὑπὲρ αὐτῶν καὶ κινδύνους πᾶσιν ὁμοίως προσάγοντα, ἀμφοτέροις αὐτοῖς προσκροῦσαι, ἐκείνους δὲ δή, οἷα μήτε τι ἀποστεροῦντάς τινα καὶ ἐκ τῶν ὑπαρχόντων σφίσι τὴν πλήρωσιν τῶν ἐπαγγελιῶν ἀμαχεὶ τοῖς ληψομένοις αὐτὰ au)ta\ Bk., au)ta\s LM. ὑποδεικνύντας,
ἑκατέρους προσθέσθαι. ἔκ τε οὖν τούτων καὶ ἐκ τοῦ λιμοῦ, ὃς τότε τῆς θαλάσσης τῆς μὲν κατὰ Σικελίαν ὑπὸ τοῦ Σέξτου τῆς δὲ ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Γναίου Δομιτίου Ἀηνοβάρβου *)ahnoba/rbou M, a)hno/rbou L. κατεχομένης δεινῶς αὐτοὺς ἐπίεσεν, ἐν πολλῇ
ἀμηχανίᾳ ὁ Καῖσαρ ἐγένετο. ὁ γὰρ Δομίτιος ἦν μὲν τῶν σφαγέων, ἐκ δὲ δὴ τῆς μάχης τῆς πρὸς Φιλίπποις γενομένης διαφυγὼν ναυτικόν τι συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἐπὶ πλεῖστον ἔφθειρε.
ταῦτά τε οὖν τὸν Καίσαρα δεινῶς ἐλύπει, καὶ ὅτι ἐν ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς βουλευτὰς καὶ πρὸς τὸ λοιπὸν πλῆθος τὸ τοὺς ἀγροὺς κεκτημένον τοῖς ἐστρατευμένοις συμβαινούσαις (πλεῖσται δὲ δὴ ἅτε καὶ ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένοις σφίσιν ἐγίγνοντὀ οὐδετέροις ἀκινδύνως
προσετίθετο. ἀμφοτέροις μὲν γὰρ ἀδύνατον ἦν αὐτῷ χαρίζεσθαι· οἱ μὲν γὰρ ὑβρίζειν οἱ δʼ ἀπαθεῖς εἶναι, καὶ οἱ μὲν καὶ τὰ ἀλλότρια λαβεῖν οἱ δὲ τὰ ἑαυτῶν ἔχειν ἤθελον. ὁσάκις δὲ δὴ τὰ τούτων ἢ τὰ ἐκείνων, ὥς που καὶ ἠναγκάζετο, προέλοιτο, τοῖς ἑτέροις ἀπήχθετο, καὶ οὐ τοσαύτης γε ge H. Steph., te LM. χάριτος ἐξ ὧν ὑπούργει τισίν, ὅσης ὀργῆς
ἐξ ὧν μὴ συνεχώρει, ἐτύγχανεν· οἱ μὲν γὰρ ὡς καὶ ὀφειλόμενά σφισι πάντα τὰ διδόμενα dido/mena Petrus Faber, gigno/mena LM. λαμβάνοντες ἐν οὐδεμιᾷ αὐτὰ εὐεργεσίᾳ ἐτίθεντο, οἱ δὲ ὡς καὶ τῶν οἰκείων στερισκόμενοι ἐχαλέπαινον. καὶ ἐκ τούτου διετέλει ἢ τούτοις ἢ ἐκείνοις προσκρούων καὶ τοτὲ μὲν ὡς φιλόδημος τοτὲ δὲ ὡς
φιλοστρατιώτης ἐγκαλούμενος. καὶ διὰ ταῦτα ἐπειδὴ μήτε τι ἤνυε, καὶ προσέτι καὶ ἐξ αὐτῶν τῶν ἔργων ἔμαθεν ὅτι οὐδὲν τὰ ὅπλα πρὸς τὸ τοὺς ἀδικουμένους εὐνοϊκῶς οἱ ἔχειν ἐδύνατο, ἀλλὰ ἀπολέσθαι μὲν πᾶν τὸ μὴ ὑπεῖκον διʼ αὐτῶν οἷόν τε ἦν, ἀναγκασθῆναι δέ τινα de/ tina Rk., tina de\ LM. φιλεῖν ὃν μὴ βούλεται ἀδύνατον ὑπάρχοι, οὕτω δὴ καὶ ἄκων
ὑποκατέκλινε, καὶ οὐκέτʼ οὔτε ou)/te Bk., ou)de\ LM. τῶν βουλευτῶν τι ἀφείλετο (πρότερον γὰρ καὶ τὰ ἐκείνων πάντα κατανεῖμαι ἠξίου, διερωτῶν σφας “πόθεν οὖν τὰ γέρα τοῖς ἐστρατευμένοις ἀποδώσομεν;” ὥσπερ τινὸς αὐτῷ πολεμεῖν ἢ καὶ τοσαῦτά σφισιν sfisin Bk., tisin LM Xiph. ὑπισχνεῖσθαι κεκελευκότοσʼ, τῶν τε ἄλλων ὅσα ἢ γυναῖκες ἐς τὰς προῖκας ἐντετιμημένα ἢ καὶ ἕτεροί τινες ἐλάττω τῆς κατʼ ἄνδρα τοῖς ἐστρατευμένοις διδομένης γῆς ἐκέκτηντο, ἀπέσχετο.