Book 47
46.4
ἐπιέναι, ἐπειχθῆναι πρὸς τὸν θάνατον. ἔπεμψε μὲν γὰρ ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀναγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ τι ποιοίη· ἐπεὶ δὲ ἐκεῖνος συμβαλὼν ἱππεῦσιν οὓς ὁ Βροῦτος ζητήσοντας αὐτὸν ἀπεστάλκει ἀνέστρεψε, καὶ σχολῇ μετʼ αὐτῶν ὡς οὐδενὸς ἐπείγοντος, ἅτε μηδενὸς δεινοῦ ὄντος, ᾔει, ὑπώπτευσέ
46.5
τε αὐτοὺς πόρρωθεν ὁρῶν πολεμίους εἶναι, καὶ Πινδάρῳ τινὶ ἐξελευθέρῳ ἀποκτεῖναι ἑαυτὸν προσέταξε. καὶ αὐτῷ καὶ ὁ ἑκατόνταρχος, μαθὼν ὅτι διὰ τὴν βραδυτῆτα αὐτοῦ διώλετο, ἐπαπέθανεν.
47.1
ὁ οὖν Βροῦτος τὸ μὲν τοῦ Κασσίου σῶμα ἐς Θάσον εὐθὺς κρύφα ἔπεμψεν, ὀκνήσας κατὰ χώραν αὐτὸ θάψαι, μὴ τῷ στρατῷ πένθος τε ἅμα καὶ ἀθυμίαν ἐκ τῆς τῶν ποιουμένων ὄψεως ἐμβάλῃ·
47.2
τοὺς δὲ λοιποὺς τῶν στρατιωτῶν αὐτοῦ παραλαβών, καὶ λόγοις τέ σφας παραμυθούμενος καὶ δόσει χρημάτων ἀνθʼ ὧν ἀπωλωλέκεσαν ἀνακτησάμενος, ἔς τε τὴν ταφρείαν αὐτῶν ἐπιτηδειοτέραν e)pithdeiote/ran Bk., e)pithdeieste/ran M, e)pithdieste/ran L. οὖσαν μετεστρατοπεδεύσατο, καὶ ἐκεῖθεν ὁρμώμενος τά τε ἄλλα τοὺς ἐναντίους ἐλύπει καὶ τῷ στρατοπέδῳ σφῶν νυκτὸς προσέμισγε.
47.3
μάχῃ μὲν γὰρ αὐτοῖς ἐκ παρατάξεως οὐ διενοεῖτο αὖθις συνενεχθῆναι, πολλὴν δὲ δὴ ἐλπίδα ἀκινδύνως ἐν τῷ χρόνῳ κατεργάσεσθαί σφας ἔχων θορυβεῖν τε αὐτοὺς ἄλλως καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο, καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσεν.