Book 47
41.2
ὄψεις δὲ δὴ ὀνείρων τοιαίδε ἐφάνησαν. ἀνὴρ Θεσσαλὸς ἔδοξέν οἱ τὸν Καίσαρα τὸν πρότερον κεκελευκέναι εἰπεῖν τῷ Καίσαρι ὅτι τε ἐς ἕνης ἡ e)s e(/nhs h( Reim., e)s e(\n h( sh\ LM. μάχη γενήσοιτο, καὶ ἵνα ἀναλάβῃ τι ὧν δικτατορεύων αὐτὸς ἐφόρει· καὶ διὰ τοῦτο τὸν δακτύλιον αὐτοῦ τότε τε εὐθὺς περιέθετο καὶ ἔπειτα πολλάκις
41.3
ἔφερεν. οὗτος μὲν δὴ τοῦτο εἶδεν, ὁ δʼ ἰατρὸς ὁ συνὼν τῷ Καίσαρι ἐνόμισέν οἱ τὴν Ἀθηνᾶν προστάσσειν ἔκ τε τῆς σκηνῆς αὐτόν, καίτοι καὶ τότε ἔτι κακῶς ἀρρωστοῦντα, ἐξαγαγεῖν καὶ ἐς τὴν παράταξιν καταστῆσαι· ὑφʼ οὗπερ καὶ ἐσώθη. ὃ γάρ τοι τοῖς ἄλλοις ἐν μὲν τῷ στρατοπέδῳ τῷ τε ἐρύματι αὐτοῦ μένουσι σωτηρίαν, LM read me/nousin in the text, but add swthri/an in the margin. ἐς δὲ δὴ τὰ ὅπλα τάς τε μάχας ἰοῦσι κίνδυνον φέρει,
41.4
τοῦτο τότε tou=to to/te M, tou= to/te L. ἐπὶ τοῦ Καίσαρος διηλλάγη· ἔκ τε γὰρ τῆς ἐξόδου τῆς ἐκ τοῦ ταφρεύματος καὶ ἐκ τῆς πρὸς τοὺς μαχομένους ὁμιλίας περιφανέστατα, καίπερ χαλεπῶς καὶ ἄνευ τῶν ὅπλων ὑπὸ τῆς ἀσθενείας ἑστώς, περιεγένετο.
42.1
ἐπράχθη δὲ ὧδε. οὐχ ὡμολόγησαν μὲν ὁπότε τὴν μάχην ποιήσονται, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς πάντες ἅμα ἕῳ ἐξωπλίσαντο, καὶ ἔς τε τὸ χωρίον τὸ μεταίχμιόν σφων καθάπερ ἀγωνισταί τινες σχολῇ προῆλθον, κἀνταῦθα ἡσυχῇ παρετάξαντο.