Book 47
27.3
συμμάχων ἐπαγωγὴν διελύθησαν. καὶ Ἀντιστίῳ μὲν ἔκ τε τῶν περιχώρων οἱ τὰ τοῦ Καίσαρος φρονοῦντες καὶ ἐκ τῆς Ῥώμης στρατιῶται ὑπʼ αὐτοῦ πεμφθέντες προσεγένοντο, τῷ δὲ δὴ Βάσσῳ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος· οὗτος γὰρ τῷ τε Λουκούλλῳ πρότερον, ὥσπερ εἴρηταί μοι, ὁμολογήσας, καὶ τοῖς Πάρθοις μετὰ τοῦτο κατὰ τοῦ
27.4
Κράσσου συναράμενος, τότε παρεκλήθη μὲν ὑπʼ ἀμφοτέρων, ἐλθὼν δὲ ἐς τὸ μέσον τῆς τε πόλεως καὶ τῶν στρατοπέδων, πρίν τι ἀποκρίνασθαί σφισι, τήν τε συμμαχίαν ἀπεκήρυξε, καὶ ἐπειδὴ ὁ Βάσσος ὑπερέβαλε τοῖς χρήμασιν, ἐπεκούρησέ τε αὐτῷ καὶ ἐν τῇ μάχῃ πολὺ τοῖς τοξεύμασιν ἐπεκράτησεν.
27.5
οἱ δὲ δὴ Πάρθοι ἦλθον μὲν καὶ αὐτοὶ τῷ Βάσσῳ ἐπίκλητοι, οὐ μέντοι καὶ ἐπὶ πολὺ αὐτῷ διὰ τὸν χειμῶνα συνεγένοντο, καὶ διὰ τοῦτο οὐδὲ ἔπραξάν τι ἀξιόλογον. καὶ ὁ μὲν δυνηθείς τινα χρόνον, ἔπειτα ὑπό τε Μαρκίου *marki/ou Reim., ma/rkou LM. Κρίσπου καὶ ὑπὸ Λουκίου Σταΐου *stai+/ou Bs., stati/ou LM (and so in the following chapters except 33, shere they read stadi/ou). Μούρκου αὖθις κατείρχθη.
28.1
τοιούτων δὲ δὴ τῶν πραγμάτων αὐτοῖς ὄντων, ὁ Κάσσιος ἐπελθὼν τάς τε πόλεις πάσας εὐθὺς πρός τε τὴν δόξαν ὦν ἐν τῇ ταμιείᾳ ἐπεποιήκει καὶ πρὸς τὴν λοιπὴν εὔκλειαν ᾠκειώσατο, καὶ τὰ στρατόπεδα τά τε τοῦ Βάσσου καὶ τὰ τῶν ἑτέρων