Book 47
26.5
δεινὰ ἐκ τῆς Ἀφρικῆς ἠγγέλλετο, οὐκέτι τοῖς παροῦσιν ἔστερξεν, ἀλλʼ ἢ τοῖς ἀμφὶ τὸν Σκιπίωνα τόν τε Κάτωνα καὶ τοὺς Πομπηίους συναιρόμενος, ἢ καὶ ἑαυτῷ δυναστείαν τινὰ περιβαλλόμενος, ἐνεόχμου. φωραθείς τε ὑπὸ τοῦ Σέξτου πρὶν παρασκευάσασθαι, ἔφη τε τῷ Μιθριδάτῃ τῷ Περγαμηνῷ τὴν ἐπικουρίαν ἐπὶ τὸν Βόσπορον ἀθροίζειν,
26.6
καὶ πιστευθεὶς ἀπελύθη. καὶ οὕτω μετὰ ταῦτα γράμματά τινα συνέπλασεν ὡς καὶ παρὰ τοῦ Σκιπίωνός οἱ πεμφθέντα, καὶ ἐξ αὐτῶν τόν τε Καίσαρα ἐν τῇ Ἀφρικῇ ἡττῆσθαι καὶ ἀπολωλέναι διήγγελλε, καὶ ἑαυτῷ τὴν ἀρχὴν τῆς Συρίας προστετάχθαι
26.7
ἔλεγε. κἀκ τούτου τήν τε Τύρον μετὰ τῶν προπαρεσκευασμένων κατέλαβε, κἀντεῦθεν πρὸς τὰ τοῦ Σέξτου στρατόπεδα προσχωρῶν περιέπεσεν αὐτῷ καὶ ἡττηθεὶς ἐτρώθη. παθὼν δὲ τοῦτο κατὰ μὲν τὸ ἰσχυρὸν οὐκέτʼ αὐτοῦ ἐπείρασε, τοῖς δὲ δὴ στρατιώταις προσπέμπων τινὰ τρόπον οὕτω τινὰς αὐτῶν ἐσφετερίσατο ὥστε καὶ αὐτόχειρας τοῦ Σέξτου γενέσθαι.
27.1
ἀποθανόντος δὲ ἐκείνου τό τε στράτευμα πᾶν πλὴν ὀλίγων προσηταιρίσατο (τοὺς γὰρ ἐν Ἀπαμείᾳ χειμάζοντας ἐπεδίωξε μὲν Κιλικίαν προαποχωρήσαντας, οὐ μὴν καὶ προσεποιήσατὀ, καὶ ἐς τὴν Συρίαν ἐπανελθὼν στρατηγός τε ὠνομάσθη καὶ τὴν Ἀπάμειαν ἐκρατύνατο, ὅπως ὁρμητήριόν
27.2
οἱ τοῦ πολέμου γένηται. τήν τε ἡλικίαν οὐχ ὅτι τὴν ἐλευθέραν ἀλλὰ καὶ τὴν τῶν δούλων κατέλεγε, καὶ χρήματα ἤθροιζε καὶ ὅπλα κατεσκευάζετο. πράσσοντα δὲ αὐτὸν ταῦτα Γάϊός τις Ἀντίστιος ἐς πολιορκίαν κατέκλεισε. καὶ μετὰ τοῦτο ἀγχώμαλα ἀγωνιζόμενοι, καὶ μηδέτεροι ἰσχυρόν τι παραλαβεῖν δυνάμενοι, ἀσπόνδῳ διοκωχῇ πρὸς