Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 47

26.1 Κασσίου ἠλευθερωκὼς εἴη· ἐν δὲ τοῖς αὐτοῖς ἐκείνοις χρόνοις ὁ Κάσσιος ἔς τε τὴν Ἀσίαν πρὸς τὸν Τρεβώνιον, φθάσας τὸν Δολοβέλλαν, *dolobe/llan R. Steph., dolabe/llan LM (so just belos and in chap. 28, 5; elseshere dolobe/llan, etc.). ἐπεραιώθη, καὶ λαβὼν παρʼ αὐτοῦ χρήματα, τῶν τε ἱππέων συχνούς, οὓς ὁ Δολοβέλλας ἐς τὴν Συρίαν προεπεπόμφει, καὶ ἑτέρους πολλοὺς τῶν τε Ἀσιανῶν
26.2 καὶ τῶν Κιλίκων προσέθετο. κἀκ τούτου καὶ τὸν Ταρκονδίμοτον τούς τε Ταρσέας καὶ ἄκοντας ἐς τὸ συμμαχικὸν προσηγάγετο· οὕτω γὰρ προσφιλῶς τῷ Καίσαρι τῷ προτέρῳ, καὶ διʼ ἐκεῖνον καὶ τῷ δευτέρῳ, οἱ Ταρσεῖς εἶχον ὥστε καὶ Ἰουλιόπολίν σφας ἀπʼ αὐτοῦ μετονομάσαι. ταῦτʼ οὖν ὁ Κάσσιος πράξας ἐς τὴν Συρίαν ἦλθε, καὶ ἀμαχεὶ πάντα τά τε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων
26.3 προσεποιήσατο. ἡ δὲ δὴ κατάστασις ἡ ἐν τῇ Συρίᾳ τότε τοιάδε ἦν. Καικίλιος Βάσσος ἱππεὺς συστρατεύσας sustrateu/sas Bs., strateu/sas LM. τε τῷ Πομπηίῳ καὶ ἀναχωρήσας ἐς Τύρον, ἐκεῖ ἐν τῷ ἐμπορίῳ τὰς διατριβὰς λανθάνων ἐποιεῖτο. ἦρχε δὲ τῶν Σύρων Σέξτος· τούτῳ γὰρ καὶ ταμίᾳ καὶ συγγενεῖ αὑτοῦ ὄντι ὁ Καῖσαρ πάντα τὰ τῇδε κατὰ τὴν ἐκ τῆς Αἰγύπτου ἐπὶ τὸν
26.4 Φαρνάκην ἔλασιν ἐπέτρεψεν. ὁ οὖν Βάσσος τὸ μὲν πρῶτον ἡσυχίαν ἦγεν, ἀγαπῶν εἴ τις αὐτὸν ζῆν ἐάσειεν· ὡς δὲ τῶν τε ὁμοίων τινὲς πρὸς αὐτὸν συνελέγησαν, καὶ τῶν τοῦ Σέξτου στρατιωτῶν ἄλλοτε ἄλλους ἐς φυλακὴν τῆς πόλεως φοιτῶντας ἀνηρτήσατο, περί τε τοῦ Καίσαρος πολλὰ καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme