Book 47
24.1
ἐξαιτῆσαι. ὁ οὖν Βροῦτος ἐκείνων μὲν οὐδένα σφίσιν ἐξέδωκεν, ἀλλʼ ἐς πλοῖα αὐτοὺς ἐμβαλὼν ὡς καὶ καταποντώσων ἐς τὸ ἀσφαλὲς ἀπέπεμψε· φοβηθεὶς δὲ μὴ καὶ αὖθις τῶν ἐν τῇ Ῥώμῃ πραττομένων ἐπὶ τὸ φοβερώτερον ἀγγελλομένων
24.2
πυνθανόμενοι μεταβάλωνται, metaba/lwntai Zon., metaba/llwntai LM. τὸν μὲν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ κατέλιπε, Γαΐῳ τινὶ Κλωδίῳ παραδοὺς φυλάσσειν, αὐτὸς δὲ τό τε πλεῖστον καὶ τὸ ἰσχυρότατον τοῦ στρατοῦ λαβὼν ἔς τε τὴν ἄνω Μακεδονίαν ἀνεχώρησε, κἀντεῦθεν ἐς τὴν Ἀσίαν ὕστερον ἔπλευσεν, ὅπως σφᾶς ὅτι τε πορρωτάτω τῆς Ἰταλίας ἀπαγάγῃ κἀκ τῶν
24.3
ἐκεῖ ὑπηκόων διατρέφῃ. καὶ ἄλλους τε ἐν τούτῳ συμμάχους προσεποιήσατο καὶ τὸν Δηιόταρον, καίπερ ὑπεργήρων u(pergh/rwn R. Steph., u(pergh/rw LM. τε ὄντα καὶ τῷ Κασσίῳ ἀπειπόντα τὴν βοήθειαν. διατρίβοντος δὲ αὐτοῦ ταύτῃ, ἐκείνῳ τε Γέλλιος Ποπλικόλας ἐπεβούλευσε καὶ τὸν Ἀντώνιον ὁ ἀδελφὸς ὁ Μᾶρκος ἐξαρπάσαι, πέμψας τινάς,
24.4
ἐπεχείρησε. καὶ τοῦτον μὲν ὁ Κλώδιος, ὡς οὐκ ἠδυνήθη σῶον sw=on R. Steph., sw=ion LM. φυλάξαι, ἀπέκτεινεν, εἴτʼ αὐτογνωμονήσας εἴτε καὶ ἐξ ἐντολῆς τοῦ Βρούτου· καὶ γὰρ λόγος ἔχει ὅτι πρότερον μὲν ἐν παντὶ τὴν σωτηρίαν αὐτοῦ ἐποιεῖτο, ὕστερον δέ, μαθὼν τὸν Δέκιμον ἀπολωλότα, παρʼ οὐδὲν αὐτὴν ἤγαγεν.
24.5
ὁ δὲ δὴ Γέλλιος ἐφωράθη μέν, ἔπαθε δὲ δεινὸν οὐδέν· ὁ γὰρ Βροῦτος ἐκεῖνόν τε ἐν τοῖς φιλτάτοις ἀει ποτε νομίσας εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον Μεσσάλαν πάνυ τῷ Κασσίῳ προσκείμενον εἰδώς, ἀφῆκεν αὐτόν. καὶ ὃς ἐπέθετο μὲν καὶ τῷ Κασσίῳ, οὐδὲν δὲ οὐδὲ τότε κακὸν ἔπαθεν.