Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 47

 
τάδε ἔνεστιν ἐν τῇ Δίωνος Ῥωμαϊκῶν τετταρακοστῇ ἑβδόμῃ
 
α. ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος ἐς Ῥώμην ἐλθόντες σφαγὰς εἰργάσαντο.
 
β. περὶ Βρούτου καὶ Κασσίου καὶ ὧν ἔπραξαν πρὸ τῆς πρὸς Φιλίπποις *fili/ppois Dind., fi/lippon LM. μάχης.
 
γ. ὡς Βροῦτος καὶ Κάσσιος ὑπὸ Καίσαρος ἡττήθησαν καὶ ἀπέθανον.
 
χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γαΐου Οὐιβίου *ou)ibi/ou Dind., i)oubi/ou LM. Πάνσου καὶ Αὔλου Ἱρτίου ὑπατείας, καὶ ἄλλο ἔτος ἕν, ἐν ᾧ w(=| Reim., oi(=s LM. ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο 5
 
μ. Αἰμίλιος Μ. υἱ. Λέπιδος τὸ β
 
λ. Μουνάτιος *l. *mouna/tios Xyl., lm suina/tios LM. λ. υἱ. Πλάγκος. ὕπ.
 
ταῦτʼ οὖν συνθέμενοι καὶ συνομόσαντες ἐς τὴν Ῥώμην, δόξῃ μὲν ὡς καὶ πάντες ἀπὸ τῆς ἴσης ἄρξοντες, γνώμῃ δὲ ὡς καὶ αὐτὸς ἕκαστος πᾶν τὸ κράτος ἕξων, ἠπείγοντο, καίπερ ἐναργέστατα μὲν καὶ πρότερον, σαφέστατα δὲ καὶ τότε τὸ μέλλον
 
ἔσεσθαι προμαθόντες· τῷ μὲν γὰρ Λεπίδῳ ὄφις τέ τις ξίφει ἑκατοντάρχου περιπλακεὶς καὶ λύκος ἔς τε τὸ στρατόπεδον καὶ ἐς τὴν σκηνὴν δειπνοποιουμένου αὐτοῦ ἐσελθὼν καὶ τὴν τράπεζαν καταβαλὼν τήν τε ἰσχὺν ἅμα καὶ τὴν δυσχέρειαν τὴν ἐπʼ αὐτῇ προεσήμηνεν, τῷ δʼ Ἀντωνίῳ γάλα τε πέριξ περὶ τὸ to\ Xiph., ti LM. τάφρευμα περιρρυὲν καὶ συνῳδία τις νυκτὸς περιηχήσασα τάς τε θυμηδίας καὶ
 
τὸν ὄλεθρον τὸν ἀπʼ αὐτῶν προέδειξεν. ἐκείνοις μὲν οὖν ταῦτα πρὶν ἐς τὴν Ἰταλίαν ἐλθεῖν ἐγένετο· τῷ δὲ δὴ Καίσαρι τότε εὐθὺς ἐπὶ ταῖς συνθήκαις ἀετὸς ὑπέρ τε τῆς σκηνῆς αὐτοῦ ἱδρυθείς, καὶ δύο κόρακας προσπεσόντας οἱ τίλλειν τε τῶν πτερῶν πειρωμένους ἀποκτείνας, τὴν νίκην κατʼ ἀμφοτέρων αὐτῶν ἔδωκε.
 
καὶ οἱ μὲν οὕτως ἐς τὴν Ῥώμην, πρότερος μὲν ὁ Καῖσαρ, ἔπειτα δὲ καὶ ἐκεῖνοι, χωρὶς ἑκάτερος, μετὰ τῶν στρατιωτῶν ἁπάντων ἦλθον, καὶ παραχρῆμα τὰ δόξαντά σφισι διὰ τῶν δημάρχων
 
ἐνομοθέτησαν. ἃ γὰρ ἐπέταττον καὶ ἐβιάζοντο τό τε ὄνομα τὸ τοῦ νόμου ἐλάμβανε καὶ προσέτι καὶ παράκλησιν αὐτοῖς ἔφερε· πάνυ γὰρ ἱκετευθῆναί σφας ἔδει ἵνα αὐτὰ ποιήσωσι. καὶ διὰ τοῦτο καὶ θυσίαι ἐπʼ αὐτοῖς ὡς καὶ ἐπʼ εὐτυχήμασί τισιν ἐψηφίσθησαν, καὶ ἡ ἐσθὴς ὡς καὶ εὐδαιμονούντων σφῶν μετεβλήθη, καίπερ πολλοῦ μὲν καὶ ἐξ αὐτῶν τῶν πραττομένων, πολλῷ δὲ ἔτι
 
πλείονος ἐκ τεράτων δέους αὐτοῖς ὄντος. τά τε γὰρ σημεῖα τοῦ στρατεύματος τοῦ τὴν πόλιν φυλάττοντος ἀραχνίων ἀνεπλήσθη, καὶ ὅπλα ἐκ τῆς γῆς ἐς τὸν οὐρανὸν ἀνιόντα ὤφθη, κτύπος τε ἀπʼ αὐτῶν πολὺς ἠκούσθη, καὶ ἐν τῷ Ἀσκληπιείῳ tw=| *)asklhpiei/w| Bs., toi=s a)sklhpei/ois LM. μέλισσαι ἐς τὴν ἄκραν πολλαὶ συνεστράφησαν, γῦπές τε ἐπί τε τοῦ νεὼ τοῦ Γενίου *geni/ou Xyl., genei/ou LM. τοῦ δήμου καὶ ἐπὶ τοῦ tou= added by Rk. τῆς Ὁμονοίας παμπληθεῖς ἱδρύθησαν.
 
καὶ αὐτῶν ἐνταῦθα ἔτι ὡς εἰπεῖν ὄντων αἵ τε σφαγαὶ ἐκεῖναι αἷς ποτε ὁ Σύλλας ἐκ τῶν προγραφῶν prografw=n R. Steph., prosgrafw=n LM. ἐκέχρητο ἐπανήχθησαν, e)panh/xqhsan Naber, e)poih/qhsan LM. καὶ ἡ πόλις ἅπασα νεκρῶν ἐπληρώθη· πολλοὶ μὲν γὰρ ἐν ταῖς οἰκίαις πολλοὶ δὲ καὶ ἐν ταῖς ὁδοῖς ἔν τε ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς σποράδην ἀπεκτίννυντο,
 
καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὖθις ἀνετίθεντο, καὶ τὰ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ τε ἐρριπτεῖτο καὶ ὑπὸ κυνῶν ὀρνίθων τε ἠσθίετο, τὰ δὲ ἐς τὸν ποταμὸν ἐνεβάλλετο. τά τε ἄλλα ὅσα ἐπὶ τοῦ Σύλλου πρότερον ἐπέπρακτο, καὶ τότε συνεφέρετο, πλὴν ὅτι δύο μόνα λευκώματα, χωρὶς μὲν τῶν βουλευτῶν χωρὶς δὲ τῶν
 
ἄλλων, ἐξετέθη. καὶ τὸ μὲν αἴτιον διʼ ὃ τοῦτʼ ἐγένετο, οὔτε παρʼ ἑτέρου τινὸς μαθεῖν οὔτʼ αὐτὸς εὑρεῖν ἠδυνήθην· ὃ γάρ τοι μόνον ἄν τις, τό γε ἐλάττους θανατωθῆναι, ἐνενόησεν, e)neno/hsen M, e)neno/hsan L. ἥκιστα ἀληθές ἐστι· πολλῷ γὰρ πλείους, ἅτε καὶ ὑπὸ πλειόνων, ἐσεγράφησαν. τοῦτο δὲ οὐ παρὰ τὰς σφαγὰς τὰς
 
ἐν τῷ πρὶν γενομένας παρήλλαξεν· ἐπεὶ ὅτι γε οὐκ ἀναμὶξ τὰ ὀνόματα τῶν πρώτων τοῖς πολλοῖς ἀλλὰ χωρὶς ἐξετέθη, λῆρόν που πολὺν τοῖς γε ge Leuncl., te LM. ἐκ τοῦ ὁμοίου σφαγησομένοις ἔφερεν. ἀντʼ ἐκείνου δὲ δὴ ἕτερα καὶ πάνυ δυσχερῆ, καίπερ μηδεμίαν τῶν προτέρων ὑπερβολήν, ὥς γε καὶ ἐδόκει, λιπόντων, οὐκ ὀλίγα αὐτοῖς συνηνέχθη.
 
ἐπὶ μὲν γὰρ τοῦ Σύλλου οἵ τέ τι δρῶντες τάς τε τόλμας ἐκ τοῦ παραχρῆμα, e)k tou= paraxrh=ma Bs., pro/sxhma LM. ἅτε καὶ πρῶτον τοῦ τοιούτου πειρώμενοι, καὶ οὐκ ἐκ προβουλῆς ἐποιοῦντο, καὶ διὰ τοῦθʼ ἧττον τὰ πλείω κακοτρόπως, οἷα οὐκ ἐκ προνοίας ἀλλʼ ἐκ συντυχίας, ἔπραττον· καὶ οἱ πάσχοντες ἐξαπιναίαις τε καὶ ἀνηκούστοις συμφοραῖς περιπίπτοντες ῥᾳστώνην τινὰ ἐκ τοῦ ἀνελπίστου τῶν παθῶν ἐλάμβανον.
 
τότε δὲ πάντα μὲν τὰ προτολμηθέντα οἱ μὲν αὐτοὶ χειρουργήσαντες, οἱ δὲ ἰδόντες, οἱ δʼ ἀκοῇ γοῦν ὑπογύῳ u(pogu/w| R. Steph., u(pogui/wi LM. ἀκριβοῦντες, πολλὰ δʼ οὖν d' ou)=n Bk., gou=n LM. ἐν τῷ διὰ μέσου τῇ προσδοκίᾳ τῶν ὁμοίων οἱ μὲν ὡς δράσουσι προσεπινοήσαντες, οἱ δʼ ὡς πείσονται
 
προσδείσαντες, ἐκεῖνοί τε πλείστην ἀτοπίαν τῇ τε ζηλώσει τῶν προτέρων ἔργων καὶ τῇ ἀπʼ αὐτῶν σπουδῇ spoudh=| supplied by Xyl. ἐς τὸ καινῶσαί kainw=sai/ R. Steph., kenw=sai/ LM. πως τὰ ἐπιβουλεύματα ἐξ ἐπιτεχνήσεως παρεῖχον, καὶ οἱ ἕτεροι πάνθʼ ὅσα παθεῖν ἐδύναντο λογιζόμενοι πολὺ ταῖς ψυχαῖς καὶ πρὸ τῶν σωμάτων, ὡς καὶ ἐν αὐτοῖς
 
ἤδη ὄντες, διεκναίοντο. κἄν τε te added by Bk. τούτῳ χαλεπωτέρως ἢ πρὶν ἀπήλλασσον, καὶ διότι τότε μὲν μόνοι οἱ τοῦ Σύλλου τῶν τε περὶ αὐτὸν δυνατῶν ἐχθροὶ διώλοντο, τῶν δὲ δὴ φίλων αὐτοῦ τῶν τε ἄλλων ἀνθρώπων οὐδεὶς ἐκείνου γε κελεύσαντος
 
ἐφθάρη, ὥστε ἔξω τῶν πάνυ πλουσίων (τούτοις γὰρ οὐκ ἔστιν ὅτε εἰρήνη πρὸς τὸν ἰσχυρότερον ἐν τοῖς τοιούτοις γίγνεταἰ οἵ γε λοιποὶ ἐθάρσουν· ἐν δὲ δὴ ταῖς δευτέραις ταύταις σφαγαῖς οὐχ ὅπως οἱ ἐχθροὶ αὐτῶν ἢ καὶ οἱ πλούσιοι, ἀλλὰ καὶ οἱ πάνυ
 
φίλοι καὶ παρὰ δόξαν ἐκτείνοντο. ἄλλως μὲν γὰρ ἤ τις ἢ οὐδεὶς ἐς ἔχθραν ἀπʼ ἰδίας τινὸς αἰτίας τοῖς ἀνδράσιν ἐκείνοις, ὡς καὶ σφαγῆναι πρὸς αὐτῶν, ἐληλύθει· τὰ δὲ δὴ κοινὰ πράγματα καὶ αἱ τῶν δυναστειῶν διαλλαγαὶ καὶ τὰς φιλίας τάς τε ἔχθρας τὰς σφοδρὰς αὐτοῖς ἐπεποιήκεσαν.
 
πάντας γὰρ τοὺς τῷ πέλας συναραμένους sunarame/nous R. Steph., suna(??)rame/nous LM. τέ τι καὶ συμπράξαντας ἐν πολεμίου μοίρᾳ οἱ ἕτεροι ἐτίθεντο· καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς πάντων pa/ntwn Kuiper, pa/ntws LM. γεγονέναι ὥστε, ἐν ᾧ ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντάς οἱ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν.
 
ἐκ γὰρ τῶν πρὸς ἀλλήλους πραγμάτων τό τε οἰκειωθέν σφισι καὶ τὸ ἀλλοτριωθὲν ἐν λόγῳ τινὶ τιθέμενοι οὔτε τὸν ἑαυτοῦ τις αὐτῶν ἐχθρὸν τιμωρήσασθαι, φίλον ἑτέρου ὄντα, ἐδύνατο μὴ ἀντιδιδοὺς ἄλλον, καὶ ἐκ τῆς τῶν γεγονότων ὀργῆς τῆς τε ἔπειτα ὑποψίας παρʼ οὐδὲν τὴν τοῦ ἑταιρικοῦ σωτηρίαν πρὸς τὴν τοῦ διαφόρου τιμωρίαν ποιούμενοι ῥᾳδίως σφᾶς ἀντεδίδοσαν.
 
κἀκ τούτου τούς τε φιλτάτους ἀντὶ τῶν ἐχθίστων ἀλλήλοις προέβαλλον, καὶ τοὺς πολεμιωτάτους ἀντὶ τῶν ἑταιροτάτων, τοῦτο μὲν ἴσους πρὸς ἴσους, τοῦτο δὲ ἀνθʼ ἑνὸς πλείονας ἢ καὶ ἀντὶ πλειόνων ἐλάττονας, ἠλλάττοντο, τά τε ἄλλα ἐν ἀγορᾶς τρόπῳ ποιούμενοι, καὶ ὑπερβάλλοντες
 
ὥσπερ ἐν πρατηρίῳ. εἰ μὲν γὰρ ga\r supplied by Bk. εἷς τις ἑνός τινος ἀντάξιος ὥστʼ ἰσομοιρεῖν εὑρίσκετο, ἁπλῆ ἡ ἀντίδοσις ἐγίγνετο· ὅσους δὲ δὴ ἀρετή τις ἢ ἀξίωσις ἢ καὶ συγγένεια ἀνετίμα, ἀντὶ πλειόνων ἀπώλλυντο. ἅτε γὰρ ἐν ἐμφυλίοις πολέμοις, καὶ πολλῷ μὲν χρόνῳ πολλαῖς δὲ καὶ πράξεσι γενομένοις, συχνοὶ καὶ τοῖς πάνυ συγγενέσι suggene/si R. Steph., suggeneu=si LM. κατὰ τὸ
 
στασιωτικὸν προσεκεκρούκεσαν. ἀμέλει τῷ τε Ἀντωνίῳ καὶ ὁ θεῖος Λούκιος *lou/kios Xyl., lou/kios a)ntw/nios LM. Καῖσαρ καὶ τῷ Λεπίδῳ καὶ ὁ ἀδελφὸς Λούκιος Παῦλος ἐπεπολέμωντο. ἀλλʼ οὗτοι μὲν ἐσώθησαν, τῶν δὲ δὴ ἄλλων πολλοὶ καὶ παρʼ αὐτοῖς τοῖς τε φίλοις καὶ τοῖς ἀναγκαίοις, ὑφʼ ὧνπερ ἐς τὰ μάλιστα καὶ σωθήσεσθαι καὶ τιμηθήσεσθαι προσεδόκων, ἐσφάγησαν.
 
ὅπως γὰρ μηδεὶς στερηθήσεσθαι τῶν ἄθλων φοβηθείς, ὅτι τοὺς ἐπὶ τοῦ Σύλλου φονεύσαντάς τινας ὁ Κάτων ὁ Μᾶρκος ταμιεύσας ἀπῄτησε πάνθʼ ὅσα ἐπʼ αὐτοῖς εἰλήφεσαν, ἧττόν τινα ἀποκτείνῃ, προηγόρευσαν ὅτι οὐδένα αὐτῶν
 
ἐς τὰ δημόσια γράμματα ἐσγράψουσι. e)sgra/yousi Reim., e)sgra/fousi LM. τούς tou/s M cod. Peir., tou/tous L. τε οὖν ἄλλους ἑτοιμότερον διὰ τοῦτʼ ἔσφαζον καὶ τοὺς εὐπόρους, εἰ καὶ μηδενὶ αὐτῶν ἀπήχθοντο· παμπόλλων τε γὰρ χρημάτων δεόμενοι, καὶ οὐκ ἔχοντες ὁπόθεν ἄλλοθεν τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπληρώσωσι, κοινήν τινα κατὰ τῶν
 
πλουσίων ἔχθραν προσέθεντο. prose/qento M cod. Peir., proe/qento L. καὶ ἄλλα τε διὰ τοῦτο πολλὰ παρενομήθη, parenomh/qh L, parenomi/sqh M, parenemh/qh cod. Peir. καὶ παιδίσκον τινὰ ἐς ἐφήβους ἐσήγαγον, ἵνʼ ὡς ἐς ἄνδρας ἤδη τελῶν ἀποθάνῃ.
 
ταῦτα δὲ ἐπράττετο μὲν ὑπό τε τοῦ Λεπίδου καὶ ὑπὸ τοῦ Ἀντωνίου μάλιστα (πρός τε γὰρ τοῦ Καίσαρος τοῦ προτέρου ἐπὶ μακρότατον τιμηθέντες, καὶ ἐν ταῖς ἀρχαῖς ταῖς τε ἡγεμονίαις ἐπὶ πλεῖστον γενόμενοι, πολλοὺς ἐχθροὺς εἶχονʼ,
 
ἐδόκει δὲ καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίγνεσθαι, ἐπεὶ αὐτός γε οὐδέν τι συχνοὺς ἀποκτεῖναι ἐδεήθη· τῇ τε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δʼ ἔτι νέος τε ὢν καὶ ἄρτι ἐς τὰ πράγματα παριὼν οὔτʼ ἄλλως ἀνάγκην a)na/gkhn Xiph., a)\n a)na/gkhn LM. πολλοὺς σφοδρῶς μισεῖν εἶχε καὶ φιλεῖσθαι
 
ἤθελε. σημεῖον δὲ ὅτι, ἀφʼ οὗ τῆς τε πρὸς ἐκείνους συναρχίας ἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξεν. καὶ τότε δὲ οὐχ ὅσον πολλοὺς οὐκ ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους, τοῖς τε προδοῦσι τοὺς δεσπότας ἢ τοὺς φίλους χαλεπώτατα καὶ τοῖς συναραμένοις sunarame/nois cod. Peir., sunairame/nois LM.
 
τισὶν ἐπιεικέστατα ἐχρήσατο. τεκμήριον δέ, Τανουσία γυνὴ ἐπιφανὴς τὸν ἄνδρα Τίτον Οὐίνιον ἐπικηρυχθέντα τὸ μὲν πρῶτον ἐς κιβωτὸν παρὰ ἀπελευθέρῳ τινὶ Φιλοποίμενι κατέκρυψεν, ὥστε καὶ πίστιν τοῦ τεθνηκέναι αὐτὸν παρασχεῖν· μετὰ δὲ τοῦτο δημοτελῆ ἑορτήν, ἣν συγγενής τις αὐτῆς ποιήσειν ἔμελλε, τηρήσασα, τόν τε Καίσαρα διὰ τῆς Ὀκταουίας τῆς ἀδελφῆς ἐς τὸ θέατρον
 
μόνον τῶν τριῶν ἐσελθεῖν διεπράξατο, κἀνταῦθα ἐσπηδήσασα τό τε πραχθὲν ἀγνοοῦντί οἱ ἐμήνυσε, καὶ τὴν κιβωτὸν αὐτὴν ἐσκομίσασα ἐκεῖθεν τὸν ἄνδρα ἐξήγαγεν, ὥστε τὸν Καίσαρα θαυμάσαντα πάντας μὲν αὐτοὺς ἀφεῖναι (καὶ γὰρ τοῖς συγκρύψασί τινα θάνατος προείρητὀ, τὸν δὲ de\ LM, de\ dh\ cod. Peir. Φιλοποίμενα καὶ ἐς τὴν ἱππάδα κατατάξαι.
 
ἐκεῖνος μὲν οὖν πολλούς, ὅσους γε καὶ ἠδυνήθη, h)dunh/qh St., e)dunh/qh LM. διεσώσατο· ὅ τε Λέπιδος τῷ τε ἀδελφῷ τῷ Παύλῳ ἐς Μίλητον ἐκδρᾶναι ἐπέτρεψε, καὶ πρὸς τοὺς ἄλλους οὐκ ἀπαραίτητος ἦν· ὁ δὲ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς οὐχ ὅτι τοὺς ἐκτεθέντας ἀλλὰ καὶ τοὺς ἐπικουρῆσαί τινι αὐτῶν ἐπιχειρήσαντας
 
ἔκτεινε. τάς τε κεφαλάς σφων, εἰ καὶ σιτούμενος ἐτύγχανεν, ἐπεσκόπει, καὶ ἐπὶ πλεῖστον τῆς τε ἀνοσιωτάτης καὶ τῆς οἰκτροτάτης αὐτῶν ὄψεως ἐνεπίμπλατο. καὶ ἥ γε ge Bk., te LM. Φουλουία πολλοὺς καὶ αὐτὴ καὶ κατʼ ἔχθραν καὶ διὰ χρήματα, καὶ ἔστιν οὓς οὐδὲ γιγνωσκομένους ὑπὸ τοῦ
 
ἀνδρός, ἐθανάτωσεν· ἑνὸς γοῦν τινος κεφαλὴν ἰδὼν εἶπεν ὅτι “τοῦτον οὐκ ἠπιστάμην.” ὡς δʼ οὖν καὶ ἡ τοῦ Κικέρωνός ποτε ἐκομίσθη σφίσι (φεύγων γὰρ καὶ καταληφθεὶς ἐσφάγἠ, ὁ μὲν o( me\n M Xiph., o( me\n ou)=n L. Ἀντώνιος πολλὰ αὐτῷ καὶ δυσχερῆ ἐξονειδίσας ἔπειτʼ ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵνʼ ὅθεν κατʼ αὐτοῦ δημηγορῶν ἠκούετο, ἐνταῦθα μετὰ τῆς χειρὸς τῆς
 
δεξιᾶς, ὥσπερ ἀπετέτμητο, ὁρῷτο· ἡ δὲ δὴ Φουλουία ἔς τε τὰς χεῖρας αὐτὴν πρὶν ἀποκομισθῆναι ἐδέξατο, καὶ ἐμπικραναμένη οἱ καὶ ἐμπτύσασα ἐπί τε τὰ γόνατα ἐπέθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα dianoi/casa Ioann. Antioch., Xiph., Zon., dioi/casa LM. τήν τε γλῶσσαν ἐξείλκυσε καὶ ταῖς βελόναις αἷς ἐς τὴν κεφαλὴν ἐχρῆτο κατεκέντησε, πολλὰ ἅμα καὶ μιαρὰ προσεπισκώπτουσα.
1 / 7 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme