Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 46

 
ἐγώ; μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευον;ʼ καὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος τοῦ tou= supplied by Reim. τι τῶν δεόντων εἰπεῖν ποιούμενος,
 
ἔργον δε δὴ ῥήτορος οὐδὲν ἄξιον λόγου παρέχῃ. τί μὲν γὰρ τῶν κοινῶν ἢ σέσωσται ἢ ἐπηνώρθωται διὰ σέ; τίνα δὲ ἀδικοῦντα ὄντως τὴν πόλιν ἐσήγγελκας, τίνα ἐπιβουλεύοντα ἀληθῶς ἡμῖν ἐπιδέδειχας;
 
ἵνα γὰρ τἆλλα ἐάσω, αὐτὰ ταῦθʼ ἃ τῷ Ἀντωνίῳ νῦν ἐγκαλεῖς, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὥστε μηδένα ἂν δίκην ἀξίαν αὐτῶν ὑποσχεῖν. τί ποτʼ οὖν, ὁρῶν ἡμᾶς ἀπʼ ἀρχῆς ὑπʼ αὐτοῦ, ὥς γε καὶ φῄς, ἀδικουμένους, οὐδέποτε ἐπεξῆλθες
 
αὐτῷ παραχρῆμα οὐδὲ κατηγόρησας, ἀλλὰ νῦν ἡμῖν λέγεις ὅσα δημαρχήσας παρενόμησε pareno/mhse Cobet, parhno/mhse LM. καὶ ὅσα ἱππαρχήσας ἐπλημμέλησε καὶ ὅσα ὑπατεύσας ἐκακούργησεν, ἐξόν σοι τότε εὐθὺς καθʼ ἕκαστον αὐτῶν τὴν προσήκουσαν παρʼ αὐτοῦ δίκην εἰληφέναι, ἵνα αὐτός τε φιλόπολις ὡς ἀληθῶς ὢν ἐπεφήνεις καὶ ἡμεῖς καὶ ἀβλαβῆ καὶ ἀσφαλῆ τὴν τιμωρίαν παρʼ αὐτὰ τὰ ἀδικήματα ἐπεποιήμεθα.
 
καὶ μὴν ἀνάγκη δυοῖν θάτερον, ἢ πεπιστευκότα σε τότε ταῦθʼ οὕτως ἔχειν καθυφεικέναι τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας, ἢ μὴ δυνηθέντα τινὰ αὐτῶν ἐξελέγξαι μάτην νῦν συκοφαντεῖν.
 
ὅτι γὰρ τοῦθʼ οὕτως ἔχει, καθʼ ἕκαστον ὑμῖν, ὦ πατέρες, διεξιὼν ἐπιδείξω. ἔλεγέ τινα ἐν τῇ δημαρχίᾳ Ἀντώνιος ὑπὲρ τοῦ Καίσαρος· καὶ γὰρ Κικέρων καὶ ἄλλοι τινὲς ὑπὲρ τοῦ Πομπηίου. τί ποτʼ οὖν τοῦτον μὲν αἰτιᾶται ὅτι τὴν φιλίαν τὴν ἐκείνου προείλετο, ἑαυτὸν δὲ καὶ τοὺς ἄλλους τοὺς τἀναντία αὐτῷ σπουδάσαντας ἀφίησιν; ἐκώλυσέ τινα ἐκεῖνος ψηφισθῆναι τότε κατὰ τοῦ Καίσαρος·
 
καὶ γὰρ οὗτος πάνθʼ ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώσκετο. (ἀλλʼ ἐμποδών,ʼ φησίν, (ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃ.ʼ καὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθʼ , ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολάσθη; (ἔφυγε γάρ,
 
ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθών.ʼ οὐκοῦν καὶ σύ, ὦ Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλʼ ἔφυγες, ὥσπερ καὶ πρότερον. ἀλλὰ μήτι γε mh/ti ge Cobet, mh/toi ge LM. καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προπετῶς οὕτως ἄγε· φυγεῖν μὲν γάρ ἐστι τοῦτο ὃ σὺ πεποίηκας, τό τε δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαν
 
αὐτὸς σαυτοῦ sautou= Bk., e(autou= LM. προκαταγνούς. ἀμέλει καὶ ἐγράφη σοι κάθοδος· πῶς μὲν καὶ διὰ τίνα, οὐ λέγω, ἐγράφη δʼ οὖν, καὶ οὐ πρίν γε ἐπέβης τῆς Ἰταλίας πρὶν ἐκείνην σοι δοθῆναι. Ἀντώνιος δὲ καὶ ἀπῆλθε πρὸς τὸν Καίσαρα μηνύσων αὐτῷ τὰ πεπραγμένα, καὶ ἐπανῆλθε μηδενὸς ψηφίσματος
 
δεηθείς, καὶ τέλος τήν τε εἰρήνην τήν τε φιλίαν τὴν πρὸς αὐτὸν πᾶσι τοῖς ἐν τῇ Ἰταλίᾳ τότε εὑρεθεῖσιν ἐπρυτάνευσεν· ἧς καὶ οἱ λοιποὶ ἂν μετεσχήκεσαν, εἰ μὴ σοὶ πεισθέντες ἐπεφεύγεσαν.
 
Ἑἶτα τούτων οὕτως ἐχόντων τολμᾷς λεγειν ὅτι τόν τε Καίσαρα ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ τὸν ἐμφύλιον πόλεμον ἐκίνησε καὶ τῶν μετὰ ταῦτα κακῶν αἰτιώτατος ἡμῖν ἐγένετο; οὐ μὲν οὖν, ἀλλὰ σύ, ὅστις Πομπηίῳ μὲν καὶ στρατεύματα ἀλλότρια καὶ ἡγεμονίαν ἔδωκας, Καίσαρα δὲ καὶ τῶν δεδομένων ἀποστερῆσαι ἐπεχείρησας·
 
ὅστις τῷ τε Πομπηίῳ καὶ τοῖς ὑπάτοις συνεβούλευσας τὰ μὲν προτεινόμενα ὑπὸ τοῦ Καίσαρος μὴ προσίεσθαι, τὴν δὲ δὴ πόλιν τήν τε Ἰταλίαν ὅλην ἐκλιπεῖν· ὅστις Καίσαρα μὲν οὐδὲ ἐς τὴν Ῥώμην ἐλθόντα εἶδες, πρὸς δὲ τὸν Πομπήιον καὶ
 
ἐς τὴν Μακεδονίαν ἀπέδρας. καὶ οὐδὲ ἐκείνῳ μέντοι οὐδὲν συνήρω, sunh/rw M, sunhirei L. ἀλλὰ περιιδὼν τὰ γιγνόμενα ἔπειτʼ, ἐπειδὴ ἐδυστύχησεν, ἐγκατέλιπες αὐτόν. οὕτως οὐδὲ ἀπʼ ἀρχῆς ὡς δικαιότερα αὐτῷ πράττοντι ἐβοήθησας, ἀλλὰ τὴν τε στάσιν κινήσας καὶ τὰ πράγματα ταράξας εἶτʼ ἐκ τοῦ ἀσφαλοῦς
 
αὐτοῖς ἐφήδρευσας, καὶ τοῦ μὲν πταίσαντος ὡς καὶ ἀδικοῦντός τι διὰ τοῦτʼ εὐθὺς ἀπέστης, πρὸς δὲ τὸν κρατήσαντα ὡς καὶ δικαιότερον ἀπέκλινας. καὶ οὕτω γε, πρὸς τοῖς ἄλλοις κακοῖς, καὶ ἀχάριστος εἶ ὥστε οὐ μόνον οὐκ ἀγαπᾷς ὅτι ἐσώθης ὑπʼ u(p' Xyl., a)p' LM. αὐτοῦ, ἀλλὰ καὶ ἀγανακτεῖς ὅτι μὴ καὶ mh\ kai\ R. Steph., kai\ mh\ LM. ἱππάρχησας.
 
Ἑἶτα ταῦτα σαυτῷ συνειδὼς τολμᾷς λέγειν ὅτι οὐκ ἐχρῆν τὸν Ἀντώνιον διʼ ἔτους ἱππαρχῆσαι; οὐδὲ γὰρ τὸν Καίσαρα διʼ ἔτους δικτατορεῦσαι. ἀλλʼ εἴτε καλῶς εἴτε καὶ ἀναγκαίως ταῦτʼ ἐγένετο, ἐψηφίσθη τε ὁμοίως ἀμφότερα καὶ ἤρεσε καὶ
 
ἡμῖν h(mi=n Bk., u(mi=n LM. καὶ τῷ δήμῳ. τούτοις οὖν, ὦ Κικέρων, ἐγκάλει, εἴ τι παρενόμησαν, μὴ μὰ Δία μὴ τοῖς ὑπʼ αὐτῶν τετιμημένοις ὅτι ἀξίους ἑαυτοὺς καὶ τῶν τηλικούτων τυχεῖν παρέσχον· ὡς εἴγε ὑπὸ τῶν πραγμάτων τῶν τότε ἡμᾶς περιστάντων ἠναγκάσθημεν h)nagka/sqhmen Rk., h)nagka/sqhte LM. αὐτὰ οὕτω καὶ παρὰ τὸ προσῆκον ποιῆσαι, τί τοῦτο tou=to R. Steph., tou/twi LM. Ἀντωνίῳ νῦν ἐπιφέρεις, ἀλλʼ οὐ τότε ἀντέλεγες, εἴπερ ἐδύνασο; ὅτι ἐφοβοῦ νὴ nh\ Cobet, ma\ LM.
 
Δία. εἶτα σὺ μὲν τότε σιωπήσας συγγνώμης διὰ τὴν δειλίαν τεύξῃ, οὗτος δὲ ὅτι σοῦ προετιμήθη, δίκην διὰ τὴν ἀρετὴν ὑφέξει; καὶ ποῦ ταῦτα τὰ δίκαια ἔμαθες, ἢ που ταῦτα τὰ νόμιμα ἀνέγνως;
 
ʽἁ̓λλʼ οὐκ ὀρθῶς τῇ ἱππαρχίᾳ ἐχρήσατο.ʼ διὰ τί; (ὅτι τὰ ὑπάρχοντα,ʼ φησί, (τὰ τοῦ Πομπηίου ἠγόρασε.ʼ πόσοι δὲ ἄλλοι πόσα ἄλλα ἐπρίαντο, ὧν οὐδεὶς αἰτίαν ἔχει; καὶ γάρ που διὰ τοῦτο καὶ ἐδημεύθη τινὰ καὶ ἐς τὸ πρατήριον ἐξετέθη καὶ τῇ τοῦ κοινοῦ κήρυκος φωνῇ ἀπεκηρύχθη,
 
ἵνα τις αὐτὰ ἀγοράσῃ. (ἀλλʼ οὐκ ἐχρῆν τὰ τοῦ Πομπηίου κτήματα kth/mata L, xrh/mata M (but corrected in margin to kth/mata). πεπρᾶσθαι.ʼ οὐκοῦν ἡμεῖς ἡμάρτομεν καὶ κακῶς ἐποιήσαμεν δημεύσαντες αὐτά· ἤ, ἵνα σὲ καὶ ἡμᾶς τις ἀπολύσῃ, πάντως που ὁ Καῖσαρ ἐπλημμέλησεν ὁ τοῦτο γενέσθαι κελεύσας· ᾧ οὐδὲν ἐπεκάλεσας.
 
ἀλλʼ ἐν μὲν τούτῳ καὶ πάνυ μωραίνων ἐξελέγχεται. δύο γοῦν ἐναντιώτατα τοῦ Ἀντωνίου κατηγορηκεν, ἓν μὲν ὅτι πλεῖστα τῷ Καίσαρι συμπράξας καὶ πάμπολλα διὰ τοῦτο παρʼ αὐτοῦ λαβὼν ἔπειτα
 
τὴν τιμὴν αὐτῶν βιαίως ἀπῃτήθη, ἕτερον δὲ ὅτι μήτε τοῦ πατρὸς κληρονομήσας, καὶ πάνθʼ ὅσα ἐκτήσατο καταναλώσας ὥσπερ ἡ Χάρυβδις (ἀεὶ γάρ τι ἡμῖν ἐκ τῆς Σικελίας, καθάπερ ἐπιλελησμένοις ὅτι ἐς αὐτὴν ἔφυγε, παραφέρεἰ, τὴν τιμὴν πάντων ὧν ἐπρίατο ἀπέδωκεν.
 
ἐν μὲν οὖν τούτοις οὕτω τὰ ἐναντιώτατα αὐτὸς ἑαυτῷ λέγων ὁ θαυμαστὸς οὗτος ἐξελέγχεται, καὶ νὴ Δία καὶ ἐν ἐκείνοις, ὅτι τοτὲ μὲν πάντα αὐτὸν τὰ τῷ Καίσαρι πραχθέντα συνάρασθαι suna/rasqai R. Steph., sunai/rasqai LM. καὶ πάντων διὰ τοῦτο τῶν ἐμφυλίων κακῶν αἰτιώτατον γεγονέναι λέγει, τοτὲ δὲ ἐγκαλεῖ αὐτῷ, δειλίαν ὀνειδίζων, ὅτι μηδενὸς ἄλλου πλὴν
 
τῶν ἐν τῇ Θεσσαλίᾳ πραχθέντων μετέσχε. καὶ ἔγκλημά τε e)/gklhma/ te Bk., e)/gklh/mati L, e)gklh/mati M. αὐτοῦ ποιεῖται λέγων ὅτι τῶν φευγόντων τινὰς κατήγαγε, καὶ μέμφεται αὐτὸν ὅτι μὴ καὶ τῷ θείῳ τὴν κάθοδον ἔδωκεν, ὥσπερ τινὸς πιστεύοντος ὅτι οὐκ ἂν ἐκεῖνον πρῶτον, εἴπερ γε καὶ ὁντινοῦν ἠδυνήθη h)dunh/qh St., e)dunh/qh LM. καταγαγεῖν, ἐπανήγαγε, μήτε τι ἐγκαλῶν αὐτῷ μήτε ἐγκαλούμενος,
 
ὡς καὶ αὐτὸς οὗτος οἶδεν· ἀμέλει πολλὰ καὶ polla\ kai\ Bk., polla/kis LM. σχέτλια αὐτοῦ καταψευσάμενος οὐδὲν τοιοῦτον εἰπεῖν ἐτόλμησεν. οὕτω μὲν οὖν οὐδʼ ὁτιοῦν αὐτῷ διαφέρει πᾶν ὅ τι ποτʼ ἂν ἐπὶ τὴν γλῶτταν αὐτοῦ ἐπέλθῃ, καθάπερ τι πλύμα, plu/ma Naber, pneu=ma LM. ἐκχέαι.
 
ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἐπὶ πλεῖον ἐπεξίοι; ἐπεὶ δὲ τραγῳδεῖ περιιών, καὶ νῦν γε εἶπέ που λέγων ὅτι βαρυτάτην τὴν τῆς ἱππαρχίας ὄψιν παρέσχετο, πανταχοῦ καὶ διὰ πάντων τῷ τε ξίφει ἅμα καὶ τῇ πορφύρᾳ τοῖς τε ῥαβδούχοις καὶ τοῖς στρατιώταις χρώμενος, εἰπάτω μοι σαφῶς, πῶς pw=s supplied by Cobet. καὶ τί ἐκ τούτων ἠδικήμεθα. ἀλλʼ οὐδὲν ἂν εἰπεῖν ἔχοι· εἰ γὰρ εἶχεν, οὐδὲν ἂν τούτου πρότερον
 
ἐξελάλησεν. πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιός τε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθʼ ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρʼ ὑμῶν ἐπʼ αὐτοὺς ἐκείνους, οὐχ ὅπως ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος (παρῆν γάρʼ ἀλλὰ
 
καὶ συναινοῦντος, ἐπετράπη. ἢ δειξάτω, τίνα φωνὴν ἔρρηξεν ὁρῶν τὸν ἀσελγῆ καὶ μιαρόν, ὡς αὐτὸς λοιδορεῖ, πρὸς τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν καὶ ἐξουσίαν τοσαύτην παρʼ ὑμῶν προσλαμβάνοντα. ἀλλʼ οὐκ ἂν ἔχοι δεῖξαι. οὕτω που ὁ μέγας οὗτος καὶ φιλόπολις ῥήτωρ, ὁ πανταχοῦ
 
καὶ ἀεὶ θρυλῶν καὶ λέγων (ἐγὼ μόνος ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζομαι, ἐγὼ μόνος ὑπὲρ τῆς δημοκρατίας παρρησιάζομαι· ἐμὲ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τοῦ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν· ἐγώ, κἂν ἀποθανεῖν ἐν τοῖς ὑπὲρ ὑμῶν λόγοις δεήσῃ, καὶ μάλʼ ἡδέως τελευτήσὠ οὐδʼ ὁτιοῦν τούτων ὧν νῦν βοᾷ τότε
 
εἰπεῖν ἐτόλμησεν. καὶ πάνυ εἰκότως· λογίζεσθαι γὰρ αὐτῷ ἐπῄει τοῦτο, ὅτι τοὺς μὲν ῥαβδούχους καὶ τὸ ἔσθημα τὸ περιπόρφυρον κατὰ τὰ πάτρια τὰ περὶ τῶν ἱππάρχων νενομισμένα εἶχε, τῷ δὲ δὴ ξίφει καὶ τοῖς στρατιώταις κατὰ τῶν στασιαζόντων ἀναγκαίως ἐχρῆτο. τί γὰρ οὐκ ἂν τῶν δεινοτάτων ἐποίησαν εἰ μὴ τούτοις ἐκεῖνος ἐπέφρακτο, ὁπότε καὶ οὕτως αὐτοῦ κατεφρόνησάν τινες;
 
ὅτι τοίνυν καὶ ταῦτα καὶ τἆλλα πάντα ὀρθῶς καὶ κατὰ τὴν γνώμην ὅτι μάλιστα τὴν τοῦ Καίσαρος ἐγένετο, δηλοῖ τὰ ἔργα· ἥ τε γὰρ στάσις οὐ περαιτέρω προεχώρησε, καὶ ὁ Ἀντώνιος οὐχ ὅσον οὐ δίκην ἐπʼ αὐτοῖς ἔδωκεν ἀλλὰ καὶ ὕπατος
 
μετὰ ταῦτα ἀπεδείχθη. καί μοι καὶ ταύτην αὐτοῦ τὴν ἀρχὴν θεάσασθε ὡς διέθετο· εὑρήσετε γὰρ αὐτήν, ἂν τἀκριβὲς σκοπῆτε, πάνυ πολλοῦ ἀξίαν τῇ th=| Xyl., e)n th=| LM. πόλει γεγενημένην. ὅπερ που καὶ αὐτὸς εἰδὼς οὐκ ἤνεγκε τὸν φθόνον, ἀλλʼ ἐτόλμησεν ἐπὶ τούτοις αὐτὸν διαβαλεῖν ἃ καὶ αὐτὸς ἂν
 
πεποιηκέναι εὔξατο. καὶ διὰ τοῦτό γε καὶ τὴν γύμνωσιν αὐτοῦ τήν τε ἀλοιφὴν τούς τε μύθους τοὺς παλαιοὺς ἐκείνους ἐπεσήγαγεν, οὐχ ὅτι τι προσέδει νῦν αὐτῶν, au)tw=n Leuncl., au)tw=i LM. ἀλλʼ ἵνα τήν τε περιτέχνησιν perite/xnhsin Bk., e)pite/xnhsin LM. αὐτοῦ καὶ τὴν κατόρθωσιν τοῖς ἔξωθεν
 
ψόφοις συσκιάσῃ. ὅστις, o(/stis R. Steph., a(/s1 tis LM. ὦ γῆ καὶ θεοί (μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσομαἰ, τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον μετὰ
 
τῆς βουλῆς εἴκειν, οὕτως ὥστε τά τε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇ τε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψηφίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως μήτε τὸ διάδημα, ἃ καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε,
 
λαβεῖν. ἄλλος μὲν γὰρ ἄν a)\n supplied by Rk. τις ὑπό τε ἐκείνου ταῦτʼ ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήν τε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπʼ αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτά τε ἡμῶν τότε to/te M, to/t' L. ἐψηφισμένων καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων;
 
Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς diapefukw\s Pflugk, diapefoithkw\s M, diapefoithkw=s L. καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν a)pe/treyen Reim., a)pe/streyen LM. ἀπʼ αὐτῶν καὶ ἀπέσπευσε.
 
τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν· ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἃ ἔπαθε.
 
ταῦθʼ οὕτως, ὦ Κικέρων ἢ Κικέρκουλε ἢ Κικεράκιε ἢ Κικερίσκε *kikeri/ske Cobet, *kike/riqe LM. ἢ Γραίκουλε, ἢ ὅ τι ποτὲ καὶ χαίρεις ὀνομαζόμενος, ἔπραξεν ὁ ἀπαίδευτος,
 
ὁ γυμνός, ὁ μεμυρισμένος· ὧν οὐδὲν σὺ ἐποίησας ὁ δεινός, ὁ σοφός, ὁ πολὺ πλείονι τῷ ἐλαίῳ τοῦ οἴνου χρώμενος, ὁ καὶ μέχρι τῶν σφυρῶν τὴν ἐσθῆτα σύρων, οὐ μὰ Δία οὐχ ὥσπερ οἱ ὀρχησταὶ οἱ τὰς ποικιλίας τῶν ἐνθυμημάτων διδάσκοντές σε τοῖς σχήμασιν, ἀλλʼ ἵνα τὰ αἴσχη σου τῶν
 
σκελῶν συγκρύπτῃς. οὐ γάρ που καὶ ὑπὸ σωφροσύνης τοῦτο ποιεῖς ὁ τὰ πολλὰ ἐκεῖνα περὶ τῆς τοῦ Ἀντωνίου διαίτης εἰρηκώς. τίς μὲν γὰρ οὐχ ὁρᾷ σου τὰ λεπτὰ ταῦτα χλανίδια; τίς δʼ οὐκ ὀσφραίνεται o)sfrai/netai R. Steph., o)/sfretai LM. τῶν πολιῶν σου τῶν κατεκτενισμένων; τίς δʼ οὐκ οἶδεν ὅτι τὴν μὲν γυναῖκα τὴν προτέραν τὴν τεκοῦσάν σοι δύο τέκνα ἐξέβαλες, ἑτέραν δὲ ἐπεσηγάγου παρθένον ὑπεργήρως ὤν, ἵνʼ ἐκ τῆς οὐσίας αὐτῆς τὰ δανείσματα ἀποτίσῃς;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme